Honorary decree of demos of Kolophon for metic Pyrrhias
Metrodorou of Sinope; IVe; found at Değirmendere: *AJP 1935, pp.
377-9, no. III.
[ ]
AJP 1935, 377-79, no. III
1 | ἐπὶ Ἡγησιάνακτος τοῦ ἐμβολίμου ἑβδό- |
μηι ἀνομένου ἔδοξεν τῶι δήμωι Πύθεος | |
ἐπεψήφισε γνώμηι Πλάτωνος τοῦ Πλα- | |
ταιέως Ἀκάστου τοῦ Κλέωνος Γλαύκο[υ] | |
5 | τοῦ Ἀπολλοφάνους Ἀριστάρχου τοῦ |
Εὐφρήνορος Βότωνο[ς] τοῦ Ἑκατομάνδρο[υ] | |
Ἱκεσίου τοῦ Κοννίωνος Ποσειδίππου | |
τοῦ Χοιρίλου Κυνίσκου τοῦ Ἡγησιμά- | |
χου Ἐπιγόνου τοῦ Θρασυβούλου· ἐπειδὴ | |
10 | Πυρρίας Μητροδώρου Σινωπεὺς μετο[ι]- |
κῶν ἐν τῆι πόλει πρότερόν τε πολλὰς | |
χρείας παρέσχηται τῶι δήμωι ληι- | |
τουργῶν τ’ εἰς ὅτι ταχθείη φιλοτίμως | |
καὶ τὰς εἰσφορὰς τὰς ἐπιταχθείσα[ς] | |
15 | αὐτῶι προθύμως εἰσφέρων καὶ στρατευ̣- |
όμενος ὑπὲρ τῆς πόλεως καὶ κατὰ | |
γῆν καὶ κατὰ θάλασσαν καὶ καθ’ ὃν κα[ι]- | |
ρὸν ὁ πόλεμος ἦν ἀποφαίνουσιν | |
αὐτὸν οἱ ἐπὶ τῆς φυλακῆς ὄντες | |
20 | εὔτακτον καὶ ἀνέγκλητον γεγε- |
νῆσθαι περί τε τὰς φυλακὰς καὶ | |
τἄλλα τὰ παραγγελλόμενα<⁶¹v>⁶¹[⁵¹ι]⁵¹ αὐτῶι | |
[δ]ε[δ]ό̣χ̣θ̣αι τῶι δήμωι ἐπαινέσαι αὐτὸν | |
εὐνοίας ἕνεκα καὶ χρείας ἣμ παρέσχητα[ι] | |
25 | τῶι δήμωι καὶ εἶναι Κολοφώνιον αὐτὸν |
καὶ ἐγγόνους γένους ὁποίου ἂμ βούλη- | |
ται· εἶναι δὲ αὐτῶι γῆς ἔνκτησιν καὶ οἰ- | |
κίας καὶ τῶν ἄλλων ἁπάντων μετουσ[ί]- | |
αν ὅσων καὶ τοῖς ἄλλοις Κολοφωνίοις | |
30 | μέτεστιν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ- |
μα εἰς στήλας λιθίνας καὶ στῆσαι εἰς | |
τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ εἰς τὸ μη- | |
τρῶιον· διαψηφίσαι δὲ ταῦτα κατὰ τὴν | |
συνθήκην καὶ τὰ προεψηφισμένα· διε- | |
35 | ψηφίσθη ἐν Κολοφῶνι καὶ δέδοται. |