Honorary decree of demos of Kolophon for metic Pyrrhias
Metrodorou of Sinope; IVe; found at Değirmendere: *AJP 1935, pp.
377-9, no. III.
[ ]
AJP 1935, 377-79, no. III
| 1 | ἐπὶ Ἡγησιάνακτος τοῦ ἐμβολίμου ἑβδό- |
| μηι ἀνομένου ἔδοξεν τῶι δήμωι Πύθεος | |
| ἐπεψήφισε γνώμηι Πλάτωνος τοῦ Πλα- | |
| ταιέως Ἀκάστου τοῦ Κλέωνος Γλαύκο[υ] | |
| 5 | τοῦ Ἀπολλοφάνους Ἀριστάρχου τοῦ |
| Εὐφρήνορος Βότωνο[ς] τοῦ Ἑκατομάνδρο[υ] | |
| Ἱκεσίου τοῦ Κοννίωνος Ποσειδίππου | |
| τοῦ Χοιρίλου Κυνίσκου τοῦ Ἡγησιμά- | |
| χου Ἐπιγόνου τοῦ Θρασυβούλου· ἐπειδὴ | |
| 10 | Πυρρίας Μητροδώρου Σινωπεὺς μετο[ι]- |
| κῶν ἐν τῆι πόλει πρότερόν τε πολλὰς | |
| χρείας παρέσχηται τῶι δήμωι ληι- | |
| τουργῶν τ’ εἰς ὅτι ταχθείη φιλοτίμως | |
| καὶ τὰς εἰσφορὰς τὰς ἐπιταχθείσα[ς] | |
| 15 | αὐτῶι προθύμως εἰσφέρων καὶ στρατευ̣- |
| όμενος ὑπὲρ τῆς πόλεως καὶ κατὰ | |
| γῆν καὶ κατὰ θάλασσαν καὶ καθ’ ὃν κα[ι]- | |
| ρὸν ὁ πόλεμος ἦν ἀποφαίνουσιν | |
| αὐτὸν οἱ ἐπὶ τῆς φυλακῆς ὄντες | |
| 20 | εὔτακτον καὶ ἀνέγκλητον γεγε- |
| νῆσθαι περί τε τὰς φυλακὰς καὶ | |
| τἄλλα τὰ παραγγελλόμενα<⁶¹v>⁶¹[⁵¹ι]⁵¹ αὐτῶι | |
| [δ]ε[δ]ό̣χ̣θ̣αι τῶι δήμωι ἐπαινέσαι αὐτὸν | |
| εὐνοίας ἕνεκα καὶ χρείας ἣμ παρέσχητα[ι] | |
| 25 | τῶι δήμωι καὶ εἶναι Κολοφώνιον αὐτὸν |
| καὶ ἐγγόνους γένους ὁποίου ἂμ βούλη- | |
| ται· εἶναι δὲ αὐτῶι γῆς ἔνκτησιν καὶ οἰ- | |
| κίας καὶ τῶν ἄλλων ἁπάντων μετουσ[ί]- | |
| αν ὅσων καὶ τοῖς ἄλλοις Κολοφωνίοις | |
| 30 | μέτεστιν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ- |
| μα εἰς στήλας λιθίνας καὶ στῆσαι εἰς | |
| τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ εἰς τὸ μη- | |
| τρῶιον· διαψηφίσαι δὲ ταῦτα κατὰ τὴν | |
| συνθήκην καὶ τὰ προεψηφισμένα· διε- | |
| 35 | ψηφίσθη ἐν Κολοφῶνι καὶ δέδοται. |