Honorary decree of demos of Kolophon for metic Pyrrhias Metrodorou of Sinope; IVe; found at Değirmendere: *AJP 1935, pp. 377-9, no. III.  
[ ] AJP 1935, 377-79, no. III
1 ἐπὶ Ἡγησιάνακτος τοῦ ἐμβολίμου ἑβδό-
μηι ἀνομένου ἔδοξεν τῶι δήμωι Πύθεος
ἐπεψήφισε γνώμηι Πλάτωνος τοῦ Πλα-
ταιέως Ἀκάστου τοῦ Κλέωνος Γλαύκο[υ]
5 τοῦ Ἀπολλοφάνους Ἀριστάρχου τοῦ
Εὐφρήνορος Βότωνο[ς] τοῦ Ἑκατομάνδρο[υ]
Ἱκεσίου τοῦ Κοννίωνος Ποσειδίππου
τοῦ Χοιρίλου Κυνίσκου τοῦ Ἡγησιμά-
χου Ἐπιγόνου τοῦ Θρασυβούλου· ἐπειδὴ
10 Πυρρίας Μητροδώρου Σινωπεὺς μετο[ι]-
κῶν ἐν τῆι πόλει πρότερόν τε πολλὰς
χρείας παρέσχηται τῶι δήμωι ληι-
τουργῶν τ’ εἰς ὅτι ταχθείη φιλοτίμως
καὶ τὰς εἰσφορὰς τὰς ἐπιταχθείσα[ς]
15 αὐτῶι προθύμως εἰσφέρων καὶ στρατευ̣-
όμενος ὑπὲρ τῆς πόλεως καὶ κατὰ
γῆν καὶ κατὰ θάλασσαν καὶ καθ’ ὃν κα[ι]-
ρὸν ὁ πόλεμος ἦν ἀποφαίνουσιν
αὐτὸν οἱ ἐπὶ τῆς φυλακῆς ὄντες
20 εὔτακτον καὶ ἀνέγκλητον γεγε-
νῆσθαι περί τε τὰς φυλακὰς καὶ
τἄλλα τὰ παραγγελλόμενα<⁶¹v>⁶¹[⁵¹ι]⁵¹ αὐτῶι
[δ]ε[δ]ό̣χ̣θ̣αι τῶι δήμωι ἐπαινέσαι αὐτὸν
εὐνοίας ἕνεκα καὶ χρείας ἣμ παρέσχητα[ι]
25 τῶι δήμωι καὶ εἶναι Κολοφώνιον αὐτὸν
καὶ ἐγγόνους γένους ὁποίου ἂμ βούλη-
ται· εἶναι δὲ αὐτῶι γῆς ἔνκτησιν καὶ οἰ-
κίας καὶ τῶν ἄλλων ἁπάντων μετουσ[ί]-
αν ὅσων καὶ τοῖς ἄλλοις Κολοφωνίοις
30 μέτεστιν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ-
μα εἰς στήλας λιθίνας καὶ στῆσαι εἰς
τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ εἰς τὸ μη-
τρῶιον· διαψηφίσαι δὲ ταῦτα κατὰ τὴν
συνθήκην καὶ τὰ προεψηφισμένα· διε-
35 ψηφίσθη ἐν Κολοφῶνι καὶ δέδοται.
Search Help
Contact Us