Treaty between Erythrai and Hermias, stoichedon; 350 and
344/1 BC; found at Erythrai: LW 1536a; Syll3 229; GIBM 1017 (PH);
Tod 165; Staatsverträge 322; *IEry 9 (PH).
[ ]
IEry 9
0 | [— ἃ δὲ Ἐρυθραῖοι ἐκτίθωνται] |
[εἰς] τ̣ὴ̣ν̣ χ̣ώ̣ρα̣ν̣ τ̣ὴ̣ν̣ [Ἑ]ρμ[ί]ου κ[αὶ τῶν ἑ]- | |
[τ]αίρων πολέμου ἕνεκεν, εἶ[ναι ἀτέ]- | |
λ̣εα πάντα καὶ τὰ ἐκ τούτ<ω>ν [γενόμε]- | |
[ν]α, πλὴν ὅσ’ ἄν τις ἀποδῶται· [τῶν δὲ π]- | |
5 | [ρ]ηθέντων τελείτω πεντηκ[οστήν· ἐ]- |
πειδὰν δὲ εἰρήνη γ̣ένηται, [ἀπάγεσ]- | |
θαι ἐν τριήκοντα ἡμέραις· [ἐὰν δὲ μ]- | |
ὴ ἀπάγηται, τελείτω τὰ τέλ[η· ἐκτίθ]- | |
εσθαι δὲ ἐπαγγείλαντας δ[ικαίως]. | |
10 | εἶναι δὲ καὶ Ἑρμίαι καὶ το[ῖς ἑταί]- |
ροις, ἐάν τι βού<λ>ωνται ἐκτ[ίθεσθα]- | |
ι, κατὰ ταὐτά· ὀμόσαι δὲ Ἐρυ[θραίου]- | |
ς Ἑρμίαι καὶ τοῖς ἑταίροι[ς· ὁ δὲ ὅρ]- | |
κος ἔστω ὅδε· βοηθήσω Ἑρμί[αι καὶ τ]- | |
15 | οῖς ἑταίροις καὶ κατὰ γῆν [καὶ κατ]- |
ὰ θάλασσαν παντὶ σθένει κ[ατὰ τὸ δ]- | |
υ̣νατόν, καὶ τὰ ἄλλα ἐπιτελ[έω κατὰ] | |
[τ]ὰ̣ ὡμολογημένα. ἐπιμελέσ[θαι δὲ τ]- | |
[οὺ]ς στρατηγούς· ὁρκῶσαι δ[ὲ ἀγγέλ]- | |
20 | [ους ἐ]λθόντας παρ’ Ἑ[ρ]μίου κ[αὶ τῶν ἑ]- |
[ταίρ]ω̣ν μετὰ τῶν στρατηγῶ[ν ․․5․․] | |
[․4․․]ι̣αις ἱεροῖς τελείοι[ς, τὰ δὲ ἱ]- | |
[ερὰ π]α̣ρέχειν τὴν πόλιν· ὁμ[οίως δὲ] | |
[καὶ Ἑ]ρ̣μίαν καὶ τοὺς ἑταίρ[ους ὀμό]- | |
25 | [σαι δ]ι̣’ ἀγγέλων βοηθήσειν [Ἐρυθρα]- |
[ίοις κ]αὶ κατὰ γῆν καὶ κατὰ [θάλασσ]- | |
[αν παν]τὶ σθένει κατὰ τὸ δυ[νατὸν κ]- | |
[αὶ τὰ ἄ]λλα ἐπιτελεῖν κατὰ [τὰ ὡμολ]- | |
[ογη]μ̣ένα, ὀμνύναι δὲ θεοὺς [τοὺς ὁρ]- | |
30 | [κίο]υ̣ς, γράψαι δὲ ταῦτα ἐστ[ήλην λι]- |
[θίνη]ν καὶ στῆσαι Ἐρυθραί[ους μὲν] | |
[ἐς τὸ] ἱ̣ερὸν τῆς Ἀθηναίης, Ἑ[ρμίαν δ]- | |
[ὲ ἐς τ]ὸ̣ ἱερὸν τοῦ Ἀταρνέως. |