Letter of King Antiochos (I or II) to Erythrai, with
beginning of honorary decree of [boule and de]mos (of Erythrai)
for him; c. 270/260 BC; found at Erythrai: Curtius, Monatsb. d.
Berl. Akad. 1875, 554-8; OGIS 223; Welles 15; Habicht,
Gottmenschentum 95-9; *IEry 31; SEG 37, 924.
[ ]
IEry 31
| 1 | βασιλεὺς Ἀντίοχος Ἐρυθραίων τῆι βουλῆι καὶ τῶι δήμωι |
| χαίρειν· Θαρσύνων καὶ Πυθῆς καὶ Βοττᾶς οἱ παρ’ ὑμῶν πρεσ- | |
| βευταὶ τό τε ψήφισμα ἀπέδωκαν ἡμῖν καθ’ ὅ ἐψηφίσασθε | |
| τὰς τιμάς, καὶ τὸν στέφανον ἀνήνεγκαν ὧι ἐστεφανώ- | |
| 5 | σατε ἡμᾶς, ὁμοίως δὲ καὶ τὸ χρυσίον τὸ εἰς τὰ ξένια, καὶ |
| αὐτοὶ ἀπολογισάμενοι περί τε τῆς εὐνοίας ἥν διὰ παντὸς | |
| εἰσχήκατε εἰς τὴν ἡμετέραν οἰκίαν, καὶ καθόλου περὶ τῆς εὐχα- | |
| ριστίας τοῦ πλήθους ἧι χρῆται πρὸς ἅπαντας τοὺς εὐερ- | |
| γέτας, ἔτι δὲ καὶ τὴμ προαγωγὴν ἐν ἧι γέγονεν ἡ πόλις ἐπὶ τῶν πρό- | |
| 10 | τερον βασιλευσάντων, ἠξίουν μετὰ πάσης σπουδῆς τε καὶ |
| προθυμίας φιλικῶς διακεῖσθαι ὑμῖν καὶ <ὁ>μοῦ πᾶσιν τοῖς ἀνή- | |
| κουσι πρὸς τιμὴν καὶ δόξαν συναύξειν τὰ τῆς πόλεως· τάς | |
| τε δὴ τιμὰς καὶ τὸν στέφανον δεδέγμεθα οἰκείως, ὁμοίως δὲ | |
| καὶ τὰ ξένια, καὶ ὑμᾶς ἐπαινοῦμεν εὐχαρίστους ὄντας ἐμ πᾶ- | |
| 15 | σιν· φαίνεσθε γὰρ καθόλου ἀγωγῆι ταύτῃ χρῆσθαι· διὸ καὶ ἐν ἀρχῆι |
| τε αἱρούμενοι διατελοῦμεν τὴμ πρὸς ὑμᾶς εὔνοιαν, θεωροῦν- | |
| τες ἀπλάστως καὶ ἀληθινῶς ἐμ πᾶσι προσφερομένους, καὶ νῦν | |
| πολύ τι μᾶλλον ἐπεσπάσμεθα, κατανοοῦντες τὸ εὐγενὲς | |
| ὑμῶν καὶ ἐξ ἑτέρων μὲν πλεόνων, οὐχ ἥκιστα δὲ ἔκ τε τοῦ ψη- | |
| 20 | φίσματος τοῦ ἀποδοθέντος ἡμῖν καὶ ἐκ τῶν ῥηθέντων ὑπὸ |
| τῆς πρεσβείας. καὶ ἐπειδὴ οἱ περὶ Θαρσύνοντα καὶ Πυθῆν και Βοτ- | |
| τᾶν ἀπέφαινον διότι ἐπί τε Ἀλεξάνδρου καὶ Ἀντιγόνου αὐτό- | |
| [ν]ομος ἦν καὶ ἀφορολόγητος ἡ πόλις ὑμῶν, καὶ οἱ ἡμέτεροι πρόγο- | |
| [νοι] ἔσπευδον ἀεί ποτε περὶ αὐτῆς, θεωροῦ<ν>τες τούτους τε κρί- | |
| 25 | [ναν]τας δικαίως καὶ αὐτοὶ βουλόμενοι μὴ λείπεσθαι ταῖς εὐερ- |
| [γεσ]ίαις, τήν τε αὐτονομίαν ὑμῖν συνδιατηρήσομεν καὶ ἀφορο- | |
| [λογ]ήτους εἶναι συγχωροῦμεν τῶν τε ἄλλων ἁπάντων καὶ | |
| [τῶν εἰς] τὰ Γαλατικὰ συναγομένων· ὑπάρξει δὲ ὑμῖν καὶ ἡ | |
| [․c.5․ καὶ ἐά]ν τι ἄλλο φιλάνθρωπον ἢ ἡμεῖς ἐπινοήσωμεν ἢ | |
| 30 | [ὑμεῖς ἀξιώσητ]ε. παρακαλοῦμεν δὲ καὶ ὑμᾶς μνημονεύον- |
| [τας ἡμῶν ἀεὶ τ]ὴν ἐκτενεστάτην πεῖραν εἰληφότων ασδια | |
| [․․․․c.13․․․․․]ε εὔνοιαν καθάπερ δίκαιόν ἐστι καὶ υ[—] | |
| [․․․․․․c.16․․․․․․]τε καὶ τοῖς προγεγενημένοις ὑμῖν ἀκο- | |
| [λουθ․․․c.11․․․․ ὑφ’ ὧν ε]ὐεργέτησθε μνημονεύσειν ἀξίως· | |
| 35 | [τὰ δὲ πλείονα περὶ τούτων καὶ] τῶν ἄλλων ὧν συλλελαλή- |
| [καμεν ἀναγγελοῦσιν ὑμῖν οἱ] πρεσβευταί, οὕς διά τε τὰ ἄλ- | |
| [λα ἃ ἔπραξαν ἐπαινοῦμεν καὶ δ]ιὰ τὴν σπουδὴν ἣν ἐποιοῦν- | |
| [το περὶ τῶν συμφερόντων τῶι δήμωι.] ἔρ<ρ>ωσθε. | |
| [θεοί· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή]μω[ι·] στρατηγῶν, | |
| 40 | [πρυτανέων, ἐξεταστῶν γνώμη· ἐπειδὴ β]ασιλεὺς Ἀν- |
| [τίοχος Βασιλέως —] καὶ ενδο[—] | |
| [—] καὶ πολ[—] | |
| 44 | [—]πολε[—] |