Honorary decree of bolla and damos of Mytilene for foreign judges Hekataios Demetrio and Diodotos Kleonymeio of Erythrai and others; IIb; found at Erythrai: Kenner, SB Akad. Wien 71, 1872, 335-356; Mouseion 1, 1873-5, p. 143, no. 72; IG XII Suppl. 137; *IEry 122.  
[ ] IEry 122
1 ἔγνω δᾶμος περὶ ὧν ἁ βολλὰ προεβόλλευσε καὶ Πολυδεύκης Μέ-
γωνος ὁ τεταγμένος στραταγὸς ἐπὶ πάντων καὶ Αἰσχύλης ὁ Θεμιστίω
ὁ ἀντιγραφεὺς ἐπὶ τὸν δᾶμον ἦλθον, περὶ τῶ δάμω τῶι Ἐρυθραίων, ὥς
κε ἐπαινεθείη καὶ στεφανωθείη ἐν τοῖς Διονυσίοις χρυσίωι στε-
5 φάνωι, καὶ περὶ τῶν δικαστᾶν Ἑκαταίω Δημητρίω, Διοδότω Κλε-
ωνυμείω, ὡς κε ἐπαινεθεῖεν καὶ στεφανωθεῖεν ἐν τοῖς Διονυ-
σίοισι χρυσίω στεφάνωι καὶ ὥς <κ>ε ξενισθεῖεν ἐν τῶι πρυτ[α]-
νείωι, καὶ περὶ προξενίας καὶ πολιτ<εί>ας, ἵνα ποιήσωνται οἱ
στραταγοὶ ἔφοδον ὑπὲρ αὐτῶν ἐν τοῖς χρόνοις τοῖς ἐκ τῶ νό-
10 μω, καὶ περὶ τῶ γραμματέος αὐτῶν Θεοπόμπω Ἀπολλοδότω,
ὥς κε ἐπαινεθείη καὶ στεφανωθείη ἐν τοῖς Διονυσίοισι χρυ-
σίω στεφάνωι καὶ ξενισθείη ἐν τῶι πρυτανήῳ <καὶ> περὶ τῶ δι-
κασταγωγῶ Ἁγεμάχω Ἁγ{γ}ελ<α>είω {²⁶Ἁγελαείω}²⁶, ὥς κε ἐπαινεθείη
καὶ στεφανωθεί<η> ἐν τοῖς Διονυσίοισι χρυσίω στεφάνῳ κα[ὶ]
15 εἰς τὸ πρυτανῆιον κληθείη μετὰ τῶν δικαστᾶν· ἀγαθᾶι τύ-
χαι, δεδόχθαι τῶι δάμωι·  ἐπειδὴ Ἐρυθραῖοι συγγενεῖς κα[ὶ]
φίλοι ἐόντες τᾶς πόλιος θέλοντες ἀπόδειξιν ποιήσασθαι
τᾶς εὐνοίας ἇς ἔχοισι πρὸς τὸν δᾶμον, ἔν τε τοῖς ἄλλοις
τοῖς συμφερόντεσσι τᾷ πόλει προνόηνται, καθό κε δυνα-
20 τοὶ ἔωσι, καὶ περὶ τῶ μεταπέμπτω δικαστηρίωι ἐμβλέ-
ποντες εἰς τὰν σπουδάν, ἃμ ποιῆ ὁ δᾶμος, ἐφιλοτιμή-
θησαν καὶ ἀπέστελλαν δικασταὶς καλοὶς καὶ ἀγα-
θοίς, οἵ τε παραγενόμενοι τὰν προσήκοισαν πρόνοιαν
ἐποιήσαντο περὶ τᾶν δικᾶν καὶ ἐφρόντισαν, ἵνα οἱ μὲν συλ-
25 λυθῶσι τὰ πρὸς ἀλλήλοις, οἱ δὲ διακρινόμενοι τύχωσι
τῶν δικαίων, τάν τε παρεπιδαμίαν ἐποιήσαντο ἁρμο-
ζόντως· ὅπως οὐν καὶ ὁ δᾶμος φανερὸς ἦι εὐχαρίστως
συνανταὶς ἑκάστοισι καὶ μνᾶν ποιήμενος τῶν τε ἐξαπο-
[σ]τελλάντων καὶ τῶν δικαστᾶν τῶν ἐπιμελέως καὶ δικα[ί]-
30 ως προστάντων τᾶν δικᾶν καὶ ἀξίως τῶν τε ἀποστελλάν-
των καὶ τᾶς τῶ δάμω αἱρέσιος, ἐπαινῆσαι τὸν δᾶμον τὸν
Ἐρυθραίων ἐπὶ τᾶι εὐνοίαι ἇι ἔχει πρὸς τὰμ πόλιν καὶ ἐπὶ τῶι ἀπο-
στέλλαι δικασταὶς καλοὶς καὶ ἀγαθοὶς καὶ στεφανῶσαι ἐν τοῖς
Διονυσίοισι χρυσίω στεφάνῳ, ἐπαινέσαι δὲ καὶ τοὶς δικασταὶς Ἑκα-
35 ταῖον καὶ Διόδοτον ἐπι τῷ πρόσταν τῶν κὰτ ταὶς δίκαις ἴσως
καὶ δικαίως καὶ στεφανῶσαι ἐν τοῖς Διονυσίοισι χρυσίω στεφάνῳ·
εἰσαγήσασθαι δὲ περὶ αὐτῶν ἐν τοῖς χρόνοις τοῖς ἐκ τῶ νόμω
καὶ τοὶς στραταγοίς, ὅπως ὑπάρξηι αὐτοῖσι προξενία καὶ πολιτεί-
α· ἐπαινέσαι δὲ καὶ τὸγ γραμματέα Θεόπομπον ἐπὶ τῶι πραγματε[ύ]-
40 θην ἀὶ φιλοτίμως καὶ ἀξίως ἀμφοτέρων τᾶμ πόλιων καὶ στεφα-
νῶσαι αὐτὸν ἐν τοῖς Διονυσίοισι χρυσίω στεφάνῳ· ἐπαινέσαι δὲ κα[ὶ]
τὸν δικασταγωγὸν Ἀγέμαχον ἐπὶ τῶι φιλοτίμως ἐπιδόμεναι
ἑαυτὸν καὶ πρόσταν τῶν κὰτ τοὶς δικασταίς, ἵνα ἕκαστα διεξα-
χθέωσι δικαίως καὶ συμφερόντως, καὶ στεφανῶσαι ἐν τοῖς Δ[ιονυ]-
45 σίοισι χρυσίω στεφάνῳ. τᾶς δὲ ἀναγγελίας τῶν στεφάνω[ν, ὥς κε γέ]-
νηται, ἐπιμελήθην το<ὶ>ς βασιλέας καὶ πρυτάνεις, καλέσαι δὲ ἐπ[ὶ ξένια]
τοὶς δικασταὶς καὶ τὸγ γραμματέα ε<ἰς> τὸ πρυτανῆιον ἐπι τὰγ κοινὰν ἑστ[ί]-
αν, καλέσαι δὲ μετ’ αὐτῶν εἰς τὸ πρυτανῆιον καὶ τὸν δικασταγωγόν.
χειροτονῆσαι δὲ καὶ πρεσβευτὰν ἐκ πάντων τῶμ πολιτᾶν, τὸν δὲ ἀγρ[ε]-
50 θέντα τό τε ψάφισμα ἀνενέγκαι πρὸς Ἐρυθραίοις καὶ ἐμφανίσαντας
περὶ τᾶς εὐνοίας, ἇς ἔχει ὁ δᾶμος πρὸς αὐτοις καὶ τὰ ὠικονομημένα
ὑπὸ τῶν δικαστᾶν, παρακάλην αὐτοὶς ἐπιμελὲς ποιήσασθαι, ὅπως ο[ἵ]
τε στέφανοι ἀναγορευθέωσι καὶ πὰρ ἑαυτοῖς καὶ τὸ ἀντίγραφον τῶ ψη-
φίσματος ἀναγραφῇ ἐς στάλλαν καὶ ἀνατεθῇ ὡς ἐν ἐπιφανεστάτῳ τό-
55 πῳ, καὶ ἐμφανίζην, ὅττι ταῦτα ποιήσαντες χαρίσσονται τῶι δάμῳ
vacat πρεσβευτὰς Πυθοφάης Ἱερογένειος.
1.57 <⁶⁵τὸν δῆμον>⁶⁵
<⁶⁵τὸν Ἐρυθραίων>⁶⁵
<⁶⁵Θεύπομπον>⁶⁵
60 <⁶⁵Ἀπολλοδότου>⁶⁵
2.57 <⁶⁵Ἑκαταῖον>⁶⁵
<⁶⁵Δημητρίου>⁶⁵
3.57 <⁶⁵Διόδοτον>⁶⁵
<⁶⁵Κλεωνύμου>⁶⁵
<⁶⁵Ἀγέμαχον>⁶⁵
60 <⁶⁵Ἀγελάου>⁶⁵
Search Help
Contact Us