Honorary decree of bolla and damos of Mytilene for foreign
judges Hekataios Demetrio and Diodotos Kleonymeio of Erythrai and
others; IIb; found at Erythrai: Kenner, SB Akad. Wien 71, 1872,
335-356; Mouseion 1, 1873-5, p. 143, no. 72; IG XII Suppl. 137;
*IEry 122.
[ ]
IEry 122
| 1 | ἔγνω δᾶμος περὶ ὧν ἁ βολλὰ προεβόλλευσε καὶ Πολυδεύκης Μέ- |
| γωνος ὁ τεταγμένος στραταγὸς ἐπὶ πάντων καὶ Αἰσχύλης ὁ Θεμιστίω | |
| ὁ ἀντιγραφεὺς ἐπὶ τὸν δᾶμον ἦλθον, περὶ τῶ δάμω τῶι Ἐρυθραίων, ὥς | |
| κε ἐπαινεθείη καὶ στεφανωθείη ἐν τοῖς Διονυσίοις χρυσίωι στε- | |
| 5 | φάνωι, καὶ περὶ τῶν δικαστᾶν Ἑκαταίω Δημητρίω, Διοδότω Κλε- |
| ωνυμείω, ὡς κε ἐπαινεθεῖεν καὶ στεφανωθεῖεν ἐν τοῖς Διονυ- | |
| σίοισι χρυσίω στεφάνωι καὶ ὥς <κ>ε ξενισθεῖεν ἐν τῶι πρυτ[α]- | |
| νείωι, καὶ περὶ προξενίας καὶ πολιτ<εί>ας, ἵνα ποιήσωνται οἱ | |
| στραταγοὶ ἔφοδον ὑπὲρ αὐτῶν ἐν τοῖς χρόνοις τοῖς ἐκ τῶ νό- | |
| 10 | μω, καὶ περὶ τῶ γραμματέος αὐτῶν Θεοπόμπω Ἀπολλοδότω, |
| ὥς κε ἐπαινεθείη καὶ στεφανωθείη ἐν τοῖς Διονυσίοισι χρυ- | |
| σίω στεφάνωι καὶ ξενισθείη ἐν τῶι πρυτανήῳ <καὶ> περὶ τῶ δι- | |
| κασταγωγῶ Ἁγεμάχω Ἁγ{γ}ελ<α>είω {²⁶Ἁγελαείω}²⁶, ὥς κε ἐπαινεθείη | |
| καὶ στεφανωθεί<η> ἐν τοῖς Διονυσίοισι χρυσίω στεφάνῳ κα[ὶ] | |
| 15 | εἰς τὸ πρυτανῆιον κληθείη μετὰ τῶν δικαστᾶν· ἀγαθᾶι τύ- |
| χαι, δεδόχθαι τῶι δάμωι· ἐπειδὴ Ἐρυθραῖοι συγγενεῖς κα[ὶ] | |
| φίλοι ἐόντες τᾶς πόλιος θέλοντες ἀπόδειξιν ποιήσασθαι | |
| τᾶς εὐνοίας ἇς ἔχοισι πρὸς τὸν δᾶμον, ἔν τε τοῖς ἄλλοις | |
| τοῖς συμφερόντεσσι τᾷ πόλει προνόηνται, καθό κε δυνα- | |
| 20 | τοὶ ἔωσι, καὶ περὶ τῶ μεταπέμπτω δικαστηρίωι ἐμβλέ- |
| ποντες εἰς τὰν σπουδάν, ἃμ ποιῆ ὁ δᾶμος, ἐφιλοτιμή- | |
| θησαν καὶ ἀπέστελλαν δικασταὶς καλοὶς καὶ ἀγα- | |
| θοίς, οἵ τε παραγενόμενοι τὰν προσήκοισαν πρόνοιαν | |
| ἐποιήσαντο περὶ τᾶν δικᾶν καὶ ἐφρόντισαν, ἵνα οἱ μὲν συλ- | |
| 25 | λυθῶσι τὰ πρὸς ἀλλήλοις, οἱ δὲ διακρινόμενοι τύχωσι |
| τῶν δικαίων, τάν τε παρεπιδαμίαν ἐποιήσαντο ἁρμο- | |
| ζόντως· ὅπως οὐν καὶ ὁ δᾶμος φανερὸς ἦι εὐχαρίστως | |
| συνανταὶς ἑκάστοισι καὶ μνᾶν ποιήμενος τῶν τε ἐξαπο- | |
| [σ]τελλάντων καὶ τῶν δικαστᾶν τῶν ἐπιμελέως καὶ δικα[ί]- | |
| 30 | ως προστάντων τᾶν δικᾶν καὶ ἀξίως τῶν τε ἀποστελλάν- |
| των καὶ τᾶς τῶ δάμω αἱρέσιος, ἐπαινῆσαι τὸν δᾶμον τὸν | |
| Ἐρυθραίων ἐπὶ τᾶι εὐνοίαι ἇι ἔχει πρὸς τὰμ πόλιν καὶ ἐπὶ τῶι ἀπο- | |
| στέλλαι δικασταὶς καλοὶς καὶ ἀγαθοὶς καὶ στεφανῶσαι ἐν τοῖς | |
| Διονυσίοισι χρυσίω στεφάνῳ, ἐπαινέσαι δὲ καὶ τοὶς δικασταὶς Ἑκα- | |
| 35 | ταῖον καὶ Διόδοτον ἐπι τῷ πρόσταν τῶν κὰτ ταὶς δίκαις ἴσως |
| καὶ δικαίως καὶ στεφανῶσαι ἐν τοῖς Διονυσίοισι χρυσίω στεφάνῳ· | |
| εἰσαγήσασθαι δὲ περὶ αὐτῶν ἐν τοῖς χρόνοις τοῖς ἐκ τῶ νόμω | |
| καὶ τοὶς στραταγοίς, ὅπως ὑπάρξηι αὐτοῖσι προξενία καὶ πολιτεί- | |
| α· ἐπαινέσαι δὲ καὶ τὸγ γραμματέα Θεόπομπον ἐπὶ τῶι πραγματε[ύ]- | |
| 40 | θην ἀὶ φιλοτίμως καὶ ἀξίως ἀμφοτέρων τᾶμ πόλιων καὶ στεφα- |
| νῶσαι αὐτὸν ἐν τοῖς Διονυσίοισι χρυσίω στεφάνῳ· ἐπαινέσαι δὲ κα[ὶ] | |
| τὸν δικασταγωγὸν Ἀγέμαχον ἐπὶ τῶι φιλοτίμως ἐπιδόμεναι | |
| ἑαυτὸν καὶ πρόσταν τῶν κὰτ τοὶς δικασταίς, ἵνα ἕκαστα διεξα- | |
| χθέωσι δικαίως καὶ συμφερόντως, καὶ στεφανῶσαι ἐν τοῖς Δ[ιονυ]- | |
| 45 | σίοισι χρυσίω στεφάνῳ. τᾶς δὲ ἀναγγελίας τῶν στεφάνω[ν, ὥς κε γέ]- |
| νηται, ἐπιμελήθην το<ὶ>ς βασιλέας καὶ πρυτάνεις, καλέσαι δὲ ἐπ[ὶ ξένια] | |
| τοὶς δικασταὶς καὶ τὸγ γραμματέα ε<ἰς> τὸ πρυτανῆιον ἐπι τὰγ κοινὰν ἑστ[ί]- | |
| αν, καλέσαι δὲ μετ’ αὐτῶν εἰς τὸ πρυτανῆιον καὶ τὸν δικασταγωγόν. | |
| χειροτονῆσαι δὲ καὶ πρεσβευτὰν ἐκ πάντων τῶμ πολιτᾶν, τὸν δὲ ἀγρ[ε]- | |
| 50 | θέντα τό τε ψάφισμα ἀνενέγκαι πρὸς Ἐρυθραίοις καὶ ἐμφανίσαντας |
| περὶ τᾶς εὐνοίας, ἇς ἔχει ὁ δᾶμος πρὸς αὐτοις καὶ τὰ ὠικονομημένα | |
| ὑπὸ τῶν δικαστᾶν, παρακάλην αὐτοὶς ἐπιμελὲς ποιήσασθαι, ὅπως ο[ἵ] | |
| τε στέφανοι ἀναγορευθέωσι καὶ πὰρ ἑαυτοῖς καὶ τὸ ἀντίγραφον τῶ ψη- | |
| φίσματος ἀναγραφῇ ἐς στάλλαν καὶ ἀνατεθῇ ὡς ἐν ἐπιφανεστάτῳ τό- | |
| 55 | πῳ, καὶ ἐμφανίζην, ὅττι ταῦτα ποιήσαντες χαρίσσονται τῶι δάμῳ |
| vacat πρεσβευτὰς Πυθοφάης Ἱερογένειος. | |
| 1.57 | <⁶⁵τὸν δῆμον>⁶⁵ |
| <⁶⁵τὸν Ἐρυθραίων>⁶⁵ | |
| <⁶⁵Θεύπομπον>⁶⁵ | |
| 60 | <⁶⁵Ἀπολλοδότου>⁶⁵ |
| 2.57 | <⁶⁵Ἑκαταῖον>⁶⁵ |
| <⁶⁵Δημητρίου>⁶⁵ | |
| 3.57 | <⁶⁵Διόδοτον>⁶⁵ |
| <⁶⁵Κλεωνύμου>⁶⁵ | |
| <⁶⁵Ἀγέμαχον>⁶⁵ | |
| 60 | <⁶⁵Ἀγελάου>⁶⁵ |