Letter of Fl(avius) Taurus Seleukos Kyros Fl(avius)
Maximus and Fl(avius) Valentin(us) Georg(ios) Hippasias to
proconsul of Asia Fl(avius) Heliodoros; AD 439/442; found at
Ephesos: Miltner, JÖAI 44, 1959 Beibl. 283-284; SEG 27, 748;
AnnEpig 1977, 796; *IEph 44 (PH) and Add. p. 3.
[ ]
IEph 44 + Add. p. 3
1 | Φλ(άουιος) Ταῦρος Σέλευκος |
Κῦρος, Φλ(άουιος) Μάξιμος τὸ βʹ καὶ | |
Φλ(άουιος) Οὐαλεντῖν(ος) Γεώργ(ιος) Ἱππασίας | |
Φλ(αουίῳ) Ἡλιοδώρῳ τῷ περιβλέπτῳ | |
5 | ἀνθυ(πάτῳ) Ἀσίας. χα[ί]ρομεν καὶ ταῖς |
ἐκβοήσεσιν τῶν τὴν Ἀσίαν οἰ- | |
κούντων ἐντυχόντες, δι’ ὧν | |
τὴν τῆς σῆς θαυμασιότητος εὐαρ- | |
χίαν θαυμάζουσιν, καὶ πάντων | |
10 | ὡς ἐκ ἑνὸς ἀκούοντες στόματος, |
ὅτι τοὺς σοὺς ἐμιμήσω πόνους, | |
οὓς ἐν τοῖς ἑῴοις ὑπέστης μέρε- | |
σιν, μᾶλλον δὲ τούτους νενίκη- | |
κας· καὶ σεμνυνόμεθα δικαίως | |
15 | καὶ φρονοῦμεν μέγα τοιαύτης |
ἐπιτυχόντες μαρτυρίας· καὶ τὴν | |
θείαν καὶ ἀθάνατον κορυφὴν | |
συνεχῶς τὰς σὰς εὐδοκειμή- | |
σεις διδάσκομεν· μετ’ εὐθυμί- | |
20 | ας τοίνυν ἡ σὴ θαυμασιότης |
ἀρχέτω καὶ συνήθως ἐπι- | |
μελείσθω τῶν τε δήμων | |
τῶν τε βουλευτηρίων | |
τῶν τε συντελεστῶν, | |
25 | ἵνα τι μῖζον ἐκ τούτου |
ταῖς σαῖς ἀξίαις προσγέ- | |
νηται· ἴσασιν γὰρ οἱ θειότα- | |
τοι καὶ καλλίνικοι τῆς | |
οἰκουμένης δεσπόται | |
30 | τοὺς οὕτω πονοῦντας |
ἀμίβεσθαι. |