Letter of Fl(avius) Taurus Seleukos Kyros Fl(avius) Maximus and Fl(avius) Valentin(us) Georg(ios) Hippasias to proconsul of Asia Fl(avius) Heliodoros; AD 439/442; found at Ephesos: Miltner, JÖAI 44, 1959 Beibl. 283-284; SEG 27, 748; AnnEpig 1977, 796; *IEph 44 (PH) and Add. p. 3.  
[ ] IEph 44 + Add. p. 3
1 Φλ(άουιος) Ταῦρος Σέλευκος
Κῦρος, Φλ(άουιος) Μάξιμος τὸ βʹ καὶ
Φλ(άουιος) Οὐαλεντῖν(ος) Γεώργ(ιος) Ἱππασίας
Φλ(αουίῳ) Ἡλιοδώρῳ τῷ περιβλέπτῳ
5 ἀνθυ(πάτῳ) Ἀσίας.  χα[ί]ρομεν καὶ ταῖς
ἐκβοήσεσιν τῶν τὴν Ἀσίαν οἰ-
κούντων ἐντυχόντες, δι’ ὧν
τὴν τῆς σῆς θαυμασιότητος εὐαρ-
χίαν θαυμάζουσιν, καὶ πάντων
10 ὡς ἐκ ἑνὸς ἀκούοντες στόματος,
ὅτι τοὺς σοὺς ἐμιμήσω πόνους,
οὓς ἐν τοῖς ἑῴοις ὑπέστης μέρε-
σιν, μᾶλλον δὲ τούτους νενίκη-
κας· καὶ σεμνυνόμεθα δικαίως
15 καὶ φρονοῦμεν μέγα τοιαύτης
ἐπιτυχόντες μαρτυρίας· καὶ τὴν
θείαν καὶ ἀθάνατον κορυφὴν
συνεχῶς τὰς σὰς εὐδοκειμή-
σεις διδάσκομεν· μετ’ εὐθυμί-
20 ας τοίνυν ἡ σὴ θαυμασιότης
ἀρχέτω καὶ συνήθως ἐπι-
μελείσθω τῶν τε δήμων
τῶν τε βουλευτηρίων
τῶν τε συντελεστῶν,
25 ἵνα τι μῖζον ἐκ τούτου
ταῖς σαῖς ἀξίαις προσγέ-
νηται· ἴσασιν γὰρ οἱ θειότα-
τοι καὶ καλλίνικοι τῆς
οἰκουμένης δεσπόται
30 τοὺς οὕτω πονοῦντας
ἀμίβεσθαι.
Search Help
Contact Us