Funerary inscription for M(arcus) Antonius Hermeias argyrokopos and wife, with penalty for unauthorized burial; Roman; found at Ephesos: *IEph 2212.  
[ ] IEph 2212
1.1 ἡ σορός ἐ<σ>τιν καὶ
ὁ περὶ αὐτὸ τό-
πος καὶ τὸ ὑπό-
γειον ἡρῶον Μ(άρκου)
5 Ἀντωνίου Ἑρμεία
ἀργυροκόπου νεο-
ποιοῦ καὶ Κλαυδίας
Ἐ̣ρ̣ωτίου γυναικὸς αὐτοῦ·
2.1 ἐν ᾗ σορῷ οὐδεὶς
βληθῇ ἢ οἱ προγε-
γραμμένοι· εἰ
δέ τις τολμήσει
5 πτῶμα βάλαι ἢ
γράμμα ἐκκόψαι,
δώσει τοῖς ἐν Ἐφέσῳ
ἀργυροκόποις 𐆖 ͵α·
10 ταύτης τῆς σοροῦ κήδετ̣αι τὸ συνέδριον τῶν ἀργυροκόπων καὶ καθιέρωσεν Ἐρώτιν 𐆖 πεντακόσ<ι>α·
<ἐ>δόθη δὲ ὁ κλῆρος ❦ <μ>ηνὶ <ϛʹ> ἡ(μέρᾳ)❦ ηʹ ἱσταμένῃ. ❦
Search Help
Contact Us