Honorary inscription for T(itus) Fl(avius) Damianus, put
up by G(aius) Licinius Arteimetos Aurelianus, neopoios, on base;
22; found at Ephesos: FiE III no. 80 (PH); *IEph 3080.
[ ]
IEph 3080
1 | Τ(ίτον) Φλ(άουιον) Δαμιανὸν |
τὸν ἴδιον εὐεργέτην καὶ | |
ἐν πᾶσιν ἀσύνκριτον ἡ | |
πλατεῖα, γραμματεύσαντα | |
5 | ἐπιφανῶς καὶ μετρήσαντα |
μυριάδας μεδίμνων κʹ καὶ | |
͵αϛʹ μησὶν γʹ ὅλοις, καὶ ὑπο- | |
δεξάμενον ἐν τούτοις στρα- | |
τόπεδα ἀπὸ τῆς κατὰ Πάρθων | |
10 | νείκης ὑποστρέφοντα, καὶ |
πανηγυριαρχήσαντα κατὰ | |
τὸ αὐτὸ τῶν μεγάλων Ἐφεσή- | |
ων ἐκτενῶς, καὶ ἔργον ὑποσχό- | |
μενον ἐν τῷ αὐτῷ ἐνιαυτῷ οἶ- | |
15 | κον ἐν τῷ Οὐαρίῳ Βαλανείῳ |
μετὰ οἰκοδομῆς καὶ παντὸς | |
κόσμου, καὶ μυριάδας ποιή- | |
σαντα περισσείας ἐκ τῶν | |
προσόδων τῆς ἰδίας γραμ- | |
20 | ματείας τῇ πόλει ιβʹ ͵ζωιϛʹ· |
ἐπιμεληθέντος τῆς ἀνασ- | |
τάσεως τῆς τειμῆς Γ(αΐου) Λικινίου | |
Ἀρτειμήτου Αὐρηλιανοῦ νεω- | |
ποιοῦ τῆς Ἀρτέμιδος καὶ γραμμα- | |
25 | τέως τῆς Ἀσίας ναῶν τῶν ἐν Ἐφέσῳ. |