Honorary inscription for T(itus) Fl(avius) Damianus, put up by G(aius) Licinius Arteimetos Aurelianus, neopoios, on base; 22; found at Ephesos: FiE III no. 80 (PH); *IEph 3080.  
[ ] IEph 3080
1 Τ(ίτον) Φλ(άουιον) Δαμιανὸν
τὸν ἴδιον εὐεργέτην καὶ
ἐν πᾶσιν ἀσύνκριτον ἡ
πλατεῖα, γραμματεύσαντα
5 ἐπιφανῶς καὶ μετρήσαντα
μυριάδας μεδίμνων κʹ καὶ
͵αϛʹ μησὶν γʹ ὅλοις, καὶ ὑπο-
δεξάμενον ἐν τούτοις στρα-
τόπεδα ἀπὸ τῆς κατὰ Πάρθων
10 νείκης ὑποστρέφοντα, καὶ
πανηγυριαρχήσαντα κατὰ
τὸ αὐτὸ τῶν μεγάλων Ἐφεσή-
ων ἐκτενῶς, καὶ ἔργον ὑποσχό-
μενον ἐν τῷ αὐτῷ ἐνιαυτῷ οἶ-
15 κον ἐν τῷ Οὐαρίῳ Βαλανείῳ
μετὰ οἰκοδομῆς καὶ παντὸς
κόσμου, καὶ μυριάδας ποιή-
σαντα περισσείας ἐκ τῶν
προσόδων τῆς ἰδίας γραμ-
20 ματείας τῇ πόλει ιβʹ ͵ζωιϛʹ·
ἐπιμεληθέντος τῆς ἀνασ-
τάσεως τῆς τειμῆς Γ(αΐου) Λικινίου
Ἀρτειμήτου Αὐρηλιανοῦ νεω-
ποιοῦ τῆς Ἀρτέμιδος καὶ γραμμα-
25 τέως τῆς Ἀσίας ναῶν τῶν ἐν Ἐφέσῳ.
Search Help
Contact Us