Honorary inscription for G(aius) Licinius Maximus
Iulianus by boule and [demos] (of Ephesos), on base; 1e/2b; found
at Ephesos: FiE II no. 66; *IEph 3066.
[ ]
IEph 3066
1 | ἡ βουλὴ κα[ὶ ὁ δῆμος] |
ἐτείμησα[ν] | |
Γ(άϊον) Λικίνιον Μενάνδρου υἱὸ[ν] | |
Σεργία Μάξιμον Ἰουλιανὸν | |
5 | φιλοσέβαστον τὸν πρύτανιν |
καὶ ἱερέα Ῥώμης καὶ Ποπλίου Σερ- | |
ουειλίου Ἰσαυρικοῦ, ἄνδρα λαμπρὸ[ν] | |
καὶ φιλοτείμως γυμνασιαρχήσαντα, | |
νεοποιήσαντα, στρατηγήσαντα, πρεσ- | |
10 | βεύσαντα πρὸς τὸν Σεβαστὸν καὶ ἐν ταῖς |
λοιπαῖς δὲ τῆς πατρίδος χρείαις εὔχρηστ[ον] | |
γεγονότα, δόντα καὶ τὰ ὑπὲρ τῶν θεωρι[ῶν] | |
τῆς πρυτανείας 𐆖 μ(ύρια) εἰς τὴν αἰώνιον γυ[μνα]- | |
σιαρχίαν καὶ ἐν τῆι πρυτανείᾳ εἰς τὴν τ[οῦ] | |
15 | λιμένος κατασκευὴν 𐆖 ͵βφʹ, δόντα δὲ κ[αὶ] |
εἰς τὴν κατασκευὴν τοῦ καινοῦ γυμνα[σί]- | |
ου, ἑστιάσαντα δὲ καὶ ἐν τῷ τῆς πρυτανεία[ς] | |
χρόνῳ καὶ ἐν τῷ τῆς νεοποιείας τοὺς | |
πολείτας κλήρωι κατὰ φυλὴν καὶ διὰ | |
20 | τοῦ υἱοῦ Μενάνδρου γυμνασιαρχή- |
σαντα καὶ ἀγορανομήσαντα καὶ | |
πρεσβεύσαντα. |