Honorary inscription for Gaius Iulius Pontianus, by boule and demos (of Ephesos), on statue-base; AD 117/161; found at Ephesos: Keil, JÖAI 40, 1953, 10-12 (PH); SEG 13, 503; *IEph 690.  
[ ] IEph 690
1 ἡ βουλὴ
καὶ ὁ δῆμος ἐτείμη-
σεν Γάϊον Ἰούλιον
Γαΐου Ἰουλίου Κέλερος
5 Φωτεινοῦ καὶ Ὁρδε-
ωνίας Παυλείνης
ἱερῆς υἱὸν Φαβία Πον-
τιανόν, παῖδα γο-
νέων εὐσεβῶν μὲν
10 πρὸς τὴν θεόν, σπου-
δαίων δὲ περὶ τὴν
πατρίδα Ἰουλία
Σπένδουσα πρεσβυ-
τέρα τὸν ἔκγονον
15 ἀνέθηκεν.
οὗτος ἰδίῳ ἀναλώματι
διὰ τοῦ πατρὸς τὰ ἀγάλματα
τῶν θεῶν καὶ τὸν βωμὸν κα-
τεσκεύασεν καὶ τὸ Μουσεῖον
20 ἐκόσμησεν καὶ τῇ βουλῇ κα-
θιέρωσεν, ὥστε κατ’ ἐνιαυτὸν
τῇ θʹ ἱστ(άμενου) μηνὸς Μαιμακτῆρος
τῆς θυσίας τοῖς θεοῖς ἐπιτελου-
μένης ρκδʹ βουλευτὰς καὶ
25 ἱερεῖς λαμβάνειν ἀνὰ 𐆖(δηνάριον) αʹ,
καὶ τὸ εἰς τὴν δημοσίαν δὲ θυσί-
αν ἀνάλωμα ἐκ τῶν ἰδίων
προσκαθιέρωσεν.
Search Help
Contact Us