Dedication to Artemis Ephesia, house of Augusti, and boule
and demos of Ephesos, by C(aius) [Vibius] Sa[lutaris], on
statue-base; prob. AD 107/110; found at Ephesos, text identical
with Ephesos 765, 766, and 767: *IEph 36A.
[ ]
IEph 36A
1 | Ἀρτέμιδι Ἐφεσίᾳ καὶ τῷ |
Σεβαστῶν οἴκῳ καὶ τῇ ἱερωτάτῃ | |
Ἐφεσίων βουλῇ καὶ τῷ νεωκ̣όρῳ | |
δήμῳ Γ(άϊος) [Οὐείβιος, Γαΐ]ου υἱός, Οὐωφε[ν]- | |
5 | τείνα, Σα[λουτάριος, φι]λάρτεμις κα̣[ὶ] |
φιλόκαισ[αρ, ἀρχώνη]ς λιμένων [ἐ]- | |
παρχεία[ς Σικελίας, ἀ]ρχώνης σείτου̣ | |
δήμου Ῥω[μαίων, ἔπαρ]χος σπείρης | |
Ἀστούρων̣ [καὶ Καλλαικῶ]ν, χειλίαρχο[ς] | |
10 | λεγεῶνος εἰκοστῆς καὶ δευτέρας Πρε[ι]- |
<μι>γενίας Πίας Φιδήλεως, ἀντεπίτροπος | |
ἐπαρχείας Μαυρετανίας Τινγειτανῆς | |
[κ]αὶ ἐπαρχείας Βελγικῆς, ἀπεικονίσματα | |
[θ]εῶν πάντω<ν> τῶν ἐν ταῖς ἐκκλησίαις ἀ̣[να]- | |
15 | [γ]ορευομένων ὑπὸ τοῦ ἱεροκήρυκος ἀργύ- |
ρεα ποικίλῃ χρυσ[ώσ]ε̣ι κατεσκεύασεν, ἐξ ὧν | |
κεχαρισμένος ἦν ἀργυρίων ταῖς ἓξ Ἐφεσί̣- | |
ων φυλαῖς εἰς κλήρους, καὶ τῶν νεοποιῶ[ν] | |
μ̣ετατεθειμένων κατὰ τὸ ψήφισμα [τῆς] | |
20 | [φ]ιλοσεβάστου βουλῆς κ[αὶ] τοῦ νεω[κό]- |
[ρ]ου δήμου, σὺν τοῖς εἴκοσι β̣[ω]μοῖ[ς καὶ] | |
τ̣ῷ λοιπῷ παντὶ κόσμῳ ἐκ τῶν ἰδί[ων] | |
εἰς τὸ πρόσλοιπον. ἐπὶ ἀνθυπά[του] | |
Λουκίου Νονίου Ἀσπρηνᾶ Τορκ[ουάτου,] | |
25 | [πρε]σβευτοῦ καὶ ἀντιστρατήγ[ου —,] |
[γρα]μματεύοντος Τίτου Φλαο[υίου —.] |