Edict of proconsul L(ucius) Antonius Albus prohibiting certain business practises that hinder keeping harbor of Ephesos free; c. AD 146/147; found at Ephesos: Keil, JÖAI 44, 1959, 142-147 (PH); SEG 19, 684; Pleket, Epigraphica 1, 17; Führer Selçuk 98-100; Merkelbach, ZPE 25, 1977, 208-209; SEG 27, 742; SEG 30, 1311; *IEph 23 (PH) and Add. p. 2.  
[ ] IEph 23 + Add. p. 2
1 [ἀγαθῇ] τύχῃ·
Λ(ούκιος) Ἀντώνιος Ἄλβος ἀνθύπατος
λέγει·
ἐπ̣ε̣[ὶ τῇ μεγίσ]τ̣ῃ μητροπόλει τῆς
5 Ἀσίας [καὶ] μονονουχὶ καὶ τῷ κόσ-
μῳ [ἀναγκ]αῖόν ἐστιν τὸν ἀποδεχό-
μενον τοὺς πανταχ[όθ]εν εἰς αὐ-
τὴν καταγομένους λιμέν<α> μὴ
ἐνποδίζεσθαι, μαθὼν τίνα τρόπον
10 βλάπτ[ου]σι, ἀναγκαῖον ἡγησάμην
διατάγ[μ]ατι καὶ κωλῦσαι καὶ κατὰ ἀπει-
θούντων τ[ὴν] προσήκουσαν ζημίαν ὁρίσαι·
παραγγέλλω [οὖ]ν καὶ τοῖς τὰ ξύλα καὶ τοῖς
τοὺς λίθους ἐνπορευομένοις μήτε τὰ ξύλα
15 παρὰ τῇ ὄχθῃ τιθέναι μήτε τοὺς λίθους
πρίζειν· οἱ μὲν γὰρ τὰς κατασκευασθείσας ἐπὶ
φυλακῇ τοῦ λιμένος πείλας τ[ῷ] βάρει τῶν φορτίων
λυμαίνονται, οἱ δὲ ὑπὸ τῆς ἐνειεμ[έν]ης σμείρεως
[․c.5․]τ̣η̣σ̣επει εἰσφερομένη̣ς̣ τὸ βάθος [συ]νχωννύντες
20 τὸν ῥοῦν ἀνείργουσιν, ἑκάτεροι δὲ ἀνόδευτον
τὴν ὄχθην ποιοῦσιν.  ἐπεὶ οὖν ἐπιθεμέ[νο]υ μου
οὐκ ἐ[γένε]το ἱκανὸς Μάρκελλος ὸ γραμματεὺς
ἐπισχεῖν αὐ̣τ̣ῶν̣ τὴν θρασύτητα, ἴστωσαν ὅτι
ἄν τις μὴ γνοὺς τὸ διάταγμα καταλημφθῇ τῶν
25 ἀπειρημένων τι πράττων, εἰσοίσει <𐆖 —ʹ>
τῇ ἐπιφανεστάτῃ Ἐφεσίων πόλει, καὶ οὐ-
δὲν ἧττον αὐτὸς τῆς ἀπειθείας ἐμοὶ λόγον
ὑφέξει· τοῦ γὰρ μεγίστου αὐτοκράτορος περὶ
φυλακῆς τοῦ λιμένος πεφροντικότος
30 καὶ συνεχῶς περὶ τούτου ἐπεσταλκότος
τοὺς διαφθείροντας αὐτὸν οὔκ ἐστιν δί-
καιον μόνον ἀργύριον καταβάλλοντας
ἀφεῖσθαι τῆς αἰτίας.  vacat προτεθήτω.
γραμματευόντος Τι(βερίου) Κλ(αυδίου) Πο-
35 λυδεύκου Μαρκέλλου ἀσιάρχου.
Search Help