Edict of proconsul L(ucius) Antonius Albus prohibiting
certain business practises that hinder keeping harbor of Ephesos
free; c. AD 146/147; found at Ephesos: Keil, JÖAI 44, 1959,
142-147 (PH); SEG 19, 684; Pleket, Epigraphica 1, 17; Führer
Selçuk 98-100; Merkelbach, ZPE 25, 1977, 208-209; SEG 27, 742;
SEG 30, 1311; *IEph 23 (PH) and Add. p. 2.
[ ]
IEph 23 + Add. p. 2
| 1 | [ἀγαθῇ] τύχῃ· |
| Λ(ούκιος) Ἀντώνιος Ἄλβος ἀνθύπατος | |
| λέγει· | |
| ἐπ̣ε̣[ὶ τῇ μεγίσ]τ̣ῃ μητροπόλει τῆς | |
| 5 | Ἀσίας [καὶ] μονονουχὶ καὶ τῷ κόσ- |
| μῳ [ἀναγκ]αῖόν ἐστιν τὸν ἀποδεχό- | |
| μενον τοὺς πανταχ[όθ]εν εἰς αὐ- | |
| τὴν καταγομένους λιμέν<α> μὴ | |
| ἐνποδίζεσθαι, μαθὼν τίνα τρόπον | |
| 10 | βλάπτ[ου]σι, ἀναγκαῖον ἡγησάμην |
| διατάγ[μ]ατι καὶ κωλῦσαι καὶ κατὰ ἀπει- | |
| θούντων τ[ὴν] προσήκουσαν ζημίαν ὁρίσαι· | |
| παραγγέλλω [οὖ]ν καὶ τοῖς τὰ ξύλα καὶ τοῖς | |
| τοὺς λίθους ἐνπορευομένοις μήτε τὰ ξύλα | |
| 15 | παρὰ τῇ ὄχθῃ τιθέναι μήτε τοὺς λίθους |
| πρίζειν· οἱ μὲν γὰρ τὰς κατασκευασθείσας ἐπὶ | |
| φυλακῇ τοῦ λιμένος πείλας τ[ῷ] βάρει τῶν φορτίων | |
| λυμαίνονται, οἱ δὲ ὑπὸ τῆς ἐνειεμ[έν]ης σμείρεως | |
| [․c.5․]τ̣η̣σ̣επει εἰσφερομένη̣ς̣ τὸ βάθος [συ]νχωννύντες | |
| 20 | τὸν ῥοῦν ἀνείργουσιν, ἑκάτεροι δὲ ἀνόδευτον |
| τὴν ὄχθην ποιοῦσιν. ἐπεὶ οὖν ἐπιθεμέ[νο]υ μου | |
| οὐκ ἐ[γένε]το ἱκανὸς Μάρκελλος ὸ γραμματεὺς | |
| ἐπισχεῖν αὐ̣τ̣ῶν̣ τὴν θρασύτητα, ἴστωσαν ὅτι | |
| ἄν τις μὴ γνοὺς τὸ διάταγμα καταλημφθῇ τῶν | |
| 25 | ἀπειρημένων τι πράττων, εἰσοίσει <𐆖 —ʹ> |
| τῇ ἐπιφανεστάτῃ Ἐφεσίων πόλει, καὶ οὐ- | |
| δὲν ἧττον αὐτὸς τῆς ἀπειθείας ἐμοὶ λόγον | |
| ὑφέξει· τοῦ γὰρ μεγίστου αὐτοκράτορος περὶ | |
| φυλακῆς τοῦ λιμένος πεφροντικότος | |
| 30 | καὶ συνεχῶς περὶ τούτου ἐπεσταλκότος |
| τοὺς διαφθείροντας αὐτὸν οὔκ ἐστιν δί- | |
| καιον μόνον ἀργύριον καταβάλλοντας | |
| ἀφεῖσθαι τῆς αἰτίας. vacat προτεθήτω. | |
| γραμματευόντος Τι(βερίου) Κλ(αυδίου) Πο- | |
| 35 | λυδεύκου Μαρκέλλου ἀσιάρχου. |