Edict of proconsul L(ucius) Antonius Albus prohibiting
certain business practises that hinder keeping harbor of Ephesos
free; c. AD 146/147; found at Ephesos: Keil, JÖAI 44, 1959,
142-147 (PH); SEG 19, 684; Pleket, Epigraphica 1, 17; Führer
Selçuk 98-100; Merkelbach, ZPE 25, 1977, 208-209; SEG 27, 742;
SEG 30, 1311; *IEph 23 (PH) and Add. p. 2.
[ ]
IEph 23 + Add. p. 2
1 | [ἀγαθῇ] τύχῃ· |
Λ(ούκιος) Ἀντώνιος Ἄλβος ἀνθύπατος | |
λέγει· | |
ἐπ̣ε̣[ὶ τῇ μεγίσ]τ̣ῃ μητροπόλει τῆς | |
5 | Ἀσίας [καὶ] μονονουχὶ καὶ τῷ κόσ- |
μῳ [ἀναγκ]αῖόν ἐστιν τὸν ἀποδεχό- | |
μενον τοὺς πανταχ[όθ]εν εἰς αὐ- | |
τὴν καταγομένους λιμέν<α> μὴ | |
ἐνποδίζεσθαι, μαθὼν τίνα τρόπον | |
10 | βλάπτ[ου]σι, ἀναγκαῖον ἡγησάμην |
διατάγ[μ]ατι καὶ κωλῦσαι καὶ κατὰ ἀπει- | |
θούντων τ[ὴν] προσήκουσαν ζημίαν ὁρίσαι· | |
παραγγέλλω [οὖ]ν καὶ τοῖς τὰ ξύλα καὶ τοῖς | |
τοὺς λίθους ἐνπορευομένοις μήτε τὰ ξύλα | |
15 | παρὰ τῇ ὄχθῃ τιθέναι μήτε τοὺς λίθους |
πρίζειν· οἱ μὲν γὰρ τὰς κατασκευασθείσας ἐπὶ | |
φυλακῇ τοῦ λιμένος πείλας τ[ῷ] βάρει τῶν φορτίων | |
λυμαίνονται, οἱ δὲ ὑπὸ τῆς ἐνειεμ[έν]ης σμείρεως | |
[․c.5․]τ̣η̣σ̣επει εἰσφερομένη̣ς̣ τὸ βάθος [συ]νχωννύντες | |
20 | τὸν ῥοῦν ἀνείργουσιν, ἑκάτεροι δὲ ἀνόδευτον |
τὴν ὄχθην ποιοῦσιν. ἐπεὶ οὖν ἐπιθεμέ[νο]υ μου | |
οὐκ ἐ[γένε]το ἱκανὸς Μάρκελλος ὸ γραμματεὺς | |
ἐπισχεῖν αὐ̣τ̣ῶν̣ τὴν θρασύτητα, ἴστωσαν ὅτι | |
ἄν τις μὴ γνοὺς τὸ διάταγμα καταλημφθῇ τῶν | |
25 | ἀπειρημένων τι πράττων, εἰσοίσει <𐆖 —ʹ> |
τῇ ἐπιφανεστάτῃ Ἐφεσίων πόλει, καὶ οὐ- | |
δὲν ἧττον αὐτὸς τῆς ἀπειθείας ἐμοὶ λόγον | |
ὑφέξει· τοῦ γὰρ μεγίστου αὐτοκράτορος περὶ | |
φυλακῆς τοῦ λιμένος πεφροντικότος | |
30 | καὶ συνεχῶς περὶ τούτου ἐπεσταλκότος |
τοὺς διαφθείροντας αὐτὸν οὔκ ἐστιν δί- | |
καιον μόνον ἀργύριον καταβάλλοντας | |
ἀφεῖσθαι τῆς αἰτίας. vacat προτεθήτω. | |
γραμματευόντος Τι(βερίου) Κλ(αυδίου) Πο- | |
35 | λυδεύκου Μαρκέλλου ἀσιάρχου. |