Edict of proconsul Sextus Subrius Dexter Cornelius Priscus in Greek and Latin, concerning water supply; prob. AD 114/120; found near Belevi?: *IEph 3217.b, ll. 18-47 and Add. p. 31; SEG 31, 953.  
[ ] IEph 3217b.18-47 + Add. p. 31
18 Σέξτος Σούβ̣ρ̣ιος Δέξτερ Κορ-
νήλιος Πρίσκος ἀνθύπατος λέγει·
20 ἐνέτυχόν μοι Ῥουτείλιος Βᾶσσος κα<ὶ> Ἰούλιος
Μάξιμος ἐπιμεληταὶ ὑδάτων τῶν εἰσηγμέ-
νων τῇ λανπροτάτῃ πόλι ὑπὸ Κλαυδίου Ἀριστίωνος
ἀνδρὸς διασημοτάτου λέγοντες τοὺς γειτνιῶν-
τας τῷ ἀγωγῷ καὶ τὴν πέριξ κεκτημένους χώ-
25 ραν μὴ τετηρηκέναι τὸ συνκεχωρημένον {τοῖς}
τοῖς ὕδασιν εἰς κατασκευὴν καὶ ἀσφάλειαν
τοῦ ἀγωγοῦ διάστημα, ἀλλὰ ἀκαίνης ἑκατέρω-
θεν ὡρισμένης, ἣν ἔδει μήτε φυτοῖς μήτε ἀρό-
τροις ἀνοίγεσθαι, κατὰ μεικρὸν προβαίνοντας αὐτὸν
30 ἤδη τὸν ὀχετὸν παραξύειν καὶ ταῖς τε ῥείζαις
τῶν φυτῶν καὶ τοῖς ἀρότροις ἀνοίγιν αὐτοῦ
μέρη πολλὰ· καὶ περὶ τούτου διά<τα>γμα ἀνέγνωσαν
γεγραμμένον {Ἰ} Οὐικιρίου Μαρτιαλίου, ἐν ᾧ τό τε
τῆς χώρας ὡρίκει μέτ̣ρ̣ον, οὗ τοὺς γειτνιῶντας
35 ἐκέλευσεν ἀπέχεσθαι πλέω μὲν ἀκαίνης
<ὀπ>ωρικοῖς τοῖς φυτεύουσιν, ἄκαιναν δὲ τοῖς εἰς <σ>πό-
ρον γεωργοῦσιν, καὶ πρόστειμον ὥρισεν κατὰ
τῶν ἀπειθούντων· ἐγὼ δέ, εἰ καὶ μὴ τοῦτο ἐφθά-
κει γεγραμμένον ὑπὸ ἀνδρὸς λανπροτάτου, δίκα[ι]-
40 ον ἂν ἡγησάμην τοὺς βλάπτοντας τὴν κοινὴν
καὶ μεγίστην ὑδάτων εὐχρηστίαν προστείμῳ
ε<ἶ>ναι ὑπευθύνους· καὶ νῦν οὐ μόνον τηρῶ τὸ διά-
ταγμα Οὐικιρίου Μαρτιαλίου, ἀλλὰ καὶ κελεύω
τοῖς κρατίστοις ἐπιμεληταῖς οὕτως ἐπε-
45 ξίναι τὰ γεγραμμένα ἐν αὐτῷ ὡς τῆς [ἀ]μελί-
ας καὶ πρὸς αὐτοὺς ἀνηκούσης
propon[e i]ussi
Search Help