Edict of proconsul Sextus Subrius Dexter Cornelius Priscus
in Greek and Latin, concerning water supply; prob. AD 114/120;
found near Belevi?: *IEph 3217.b, ll. 18-47 and Add. p. 31; SEG
31, 953.
[ ]
IEph 3217b.18-47 + Add. p. 31
| 18 | Σέξτος Σούβ̣ρ̣ιος Δέξτερ Κορ- |
| νήλιος Πρίσκος ἀνθύπατος λέγει· | |
| 20 | ἐνέτυχόν μοι Ῥουτείλιος Βᾶσσος κα<ὶ> Ἰούλιος |
| Μάξιμος ἐπιμεληταὶ ὑδάτων τῶν εἰσηγμέ- | |
| νων τῇ λανπροτάτῃ πόλι ὑπὸ Κλαυδίου Ἀριστίωνος | |
| ἀνδρὸς διασημοτάτου λέγοντες τοὺς γειτνιῶν- | |
| τας τῷ ἀγωγῷ καὶ τὴν πέριξ κεκτημένους χώ- | |
| 25 | ραν μὴ τετηρηκέναι τὸ συνκεχωρημένον {τοῖς} |
| τοῖς ὕδασιν εἰς κατασκευὴν καὶ ἀσφάλειαν | |
| τοῦ ἀγωγοῦ διάστημα, ἀλλὰ ἀκαίνης ἑκατέρω- | |
| θεν ὡρισμένης, ἣν ἔδει μήτε φυτοῖς μήτε ἀρό- | |
| τροις ἀνοίγεσθαι, κατὰ μεικρὸν προβαίνοντας αὐτὸν | |
| 30 | ἤδη τὸν ὀχετὸν παραξύειν καὶ ταῖς τε ῥείζαις |
| τῶν φυτῶν καὶ τοῖς ἀρότροις ἀνοίγιν αὐτοῦ | |
| μέρη πολλὰ· καὶ περὶ τούτου διά<τα>γμα ἀνέγνωσαν | |
| γεγραμμένον {Ἰ} Οὐικιρίου Μαρτιαλίου, ἐν ᾧ τό τε | |
| τῆς χώρας ὡρίκει μέτ̣ρ̣ον, οὗ τοὺς γειτνιῶντας | |
| 35 | ἐκέλευσεν ἀπέχεσθαι πλέω μὲν ἀκαίνης |
| <ὀπ>ωρικοῖς τοῖς φυτεύουσιν, ἄκαιναν δὲ τοῖς εἰς <σ>πό- | |
| ρον γεωργοῦσιν, καὶ πρόστειμον ὥρισεν κατὰ | |
| τῶν ἀπειθούντων· ἐγὼ δέ, εἰ καὶ μὴ τοῦτο ἐφθά- | |
| κει γεγραμμένον ὑπὸ ἀνδρὸς λανπροτάτου, δίκα[ι]- | |
| 40 | ον ἂν ἡγησάμην τοὺς βλάπτοντας τὴν κοινὴν |
| καὶ μεγίστην ὑδάτων εὐχρηστίαν προστείμῳ | |
| ε<ἶ>ναι ὑπευθύνους· καὶ νῦν οὐ μόνον τηρῶ τὸ διά- | |
| ταγμα Οὐικιρίου Μαρτιαλίου, ἀλλὰ καὶ κελεύω | |
| τοῖς κρατίστοις ἐπιμεληταῖς οὕτως ἐπε- | |
| 45 | ξίναι τὰ γεγραμμένα ἐν αὐτῷ ὡς τῆς [ἀ]μελί- |
| ας καὶ πρὸς αὐτοὺς ἀνηκούσης | |
| propon[e i]ussi |