Honorary decree [of boule] and demos of Ephesos for
[S]ostratos Ste[phanou], commanding on Samos; 306/294 BC; found
at Ephesos: Keil, JÖAI 16, 1913, 236, no. IIIb; *IEph 1440.
[ ]
IEph 1440
| 1 | ἔδο[ξε τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ Σ]ώστρατος |
| Στε[φάνου ․․c.7․․ διατρίβων παρὰ βασι]λεῖ Δημητρίωι | |
| καὶ καταλελειμμένος ἐν Σάμωι πᾶσαν εὔνοιαγ καὶ χρείαν | |
| παρέχεται καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι | |
| 5 | τῶμ πολιτῶν, δεδόχθαι τῶι δήμωι, δοῦναι Σωστράτωι πο- |
| λιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ ὁμοίηι καὶ ἀναγράψαι | |
| τοὺς νεωποίας εἰς τὸ ἱερόν, οὗ καὶ τὰς ἄλλας πολιτείας | |
| ἀναγράφουσιν, στεφανῶσαι δὲ αὐτὸγ χρυσέωι στεφάνωι | |
| ὅσου ἡ βουλὴ καὶ ὁ δῆμος κύριός ἐστιν καὶ ἀναγγεῖλαι τοῖς | |
| 10 | Διονυσίοις ἐν τῶι θεάτρωι, τῆς δὲ ἀναγγελίας ἐπιμελη- |
| θῆναι τὸν ἀγωνοθέτην, ὅπως ἅπαντες εἰδῶσιν ὅτι | |
| ὁ δῆμος ὁ Ἐφεσίων χάριτας ἀποδίδωσι τοῖς ἑαυτοῦ εὐ- | |
| εργετοῦσιν· ἐπικληρῶσαι δὲ αὐτὸν τοὺς ἐσσῆνας εἰς φυ- | |
| λὴγ καὶ χιλιαστύν· ἔλαχε φυλὴν Τήϊος, χιλιαστὺν | |
| 15 | Ἡγητόρειος. |