Honorary decree [of boule] and demos of Ephesos for [S]ostratos Ste[phanou], commanding on Samos; 306/294 BC; found at Ephesos: Keil, JÖAI 16, 1913, 236, no. IIIb; *IEph 1440.  
[ ] IEph 1440
1 ἔδο[ξε τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ Σ]ώστρατος
Στε[φάνου ․․c.7․․ διατρίβων παρὰ βασι]λεῖ Δημητρίωι
καὶ καταλελειμμένος ἐν Σάμωι πᾶσαν εὔνοιαγ καὶ χρείαν
παρέχεται καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι
5 τῶμ πολιτῶν, δεδόχθαι τῶι δήμωι, δοῦναι Σωστράτωι πο-
λιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ ὁμοίηι καὶ ἀναγράψαι
τοὺς νεωποίας εἰς τὸ ἱερόν, οὗ καὶ τὰς ἄλλας πολιτείας
ἀναγράφουσιν, στεφανῶσαι δὲ αὐτὸγ χρυσέωι στεφάνωι
ὅσου ἡ βουλὴ καὶ ὁ δῆμος κύριός ἐστιν καὶ ἀναγγεῖλαι τοῖς
10 Διονυσίοις ἐν τῶι θεάτρωι, τῆς δὲ ἀναγγελίας ἐπιμελη-
θῆναι τὸν ἀγωνοθέτην, ὅπως ἅπαντες εἰδῶσιν ὅτι
ὁ δῆμος ὁ Ἐφεσίων χάριτας ἀποδίδωσι τοῖς ἑαυτοῦ εὐ-
εργετοῦσιν· ἐπικληρῶσαι δὲ αὐτὸν τοὺς ἐσσῆνας εἰς φυ-
λὴγ καὶ χιλιαστύν· ἔλαχε φυλὴν Τήϊος, χιλιαστὺν
15 Ἡγητόρειος.
Search Help
Contact Us