Honorary decree of [b]oule and demos (of Ephesos) for
prytanis Dio[ny]siodoros Dionys[i]ou, with list of Kouretes; AD
105/120; found at Ephesos: *IEph 1024; FiE IX 1 no. B24 (PH).
[ ]
IEph 1024
| 1 | [ἔ]δοξεν τ[ῇ β]ουλῇ καὶ τῷ δήμῳ φιλοσεβάστοις, περὶ ὧν ἐνεφάνισαν |
| ὅ τε γραμματεὺς τοῦ [δ]ήμου Κλαύδιος Πρωρόσιος καὶ οἱ στρατηγοὶ τῆς πόλεως φιλοσέβαστοι· | |
| ἐπεὶ ὁ πρύτανις Διο[νυ]σόδωρος Διονυσ[ί]ου φιλοσέβαστος σὺν τοῖς ἄλλοις οἷς ἢ διὰ φιλοδοξιῶν λαμπροτάτων | |
| ἢ δι’ ἀναθημάτων παντ[ὶ κ]αιρῷ περὶ τὴν κοινὴν ὑμῶν ἐσπούδακε πατρίδα καὶ ἐν τῷ καθ’ ἕτος ἐνιαυτῷ τὴν ἱερωτάτην ἐκπληρῶν | |
| 5 | πρυτανείαν, εὐσεβεστά[τη]ν μὲν εἰς πάντας τοὺς θεοὺς πεποίηται θρησκείαν, τό τε πρυτανεῖον ἐξ εἱκανῶν ἀμεληθὲν χρόνων |
| ἐπισκευάσας ἐκ τῶν ἰδ̣[ί]ων τὸν ὀφειλόμενον ἀποδέδωκεν αὐτῷ κόσμον καθείδρυκέν τε ἐν αὐτῷ καὶ τὸν μαντεῖον τῆς πόλεως | |
| Ἀπόλλωνα, ἱεροπρε[π]ῆ κατασκευάσας εἰς τὴν θέσιν αὐτοῦ θαλαμεῖδα, τούς τε καθ’ ὅλην τὴν πόλιν καὶ τοὺς ἐν τοῖς πατρίοις ἱε- | |
| ροῖς βωμοὺς καὶ ἐπεσκεύακεν καὶ ἐκ τῶν ἰδίων καινοὺς καθιέρωκεν, ἐκ παντὸς τρόπου τὴν τῆς πόλεως εἰς τοὺς θεοὺς ἐκπληρῶν εὐ- | |
| σέβειαν, δι’ ὅπερ ἡ βου[λ]ὴ καὶ ὁ δῆμος ἀποδεχόμεν[οι] τὸν ἄνδρα τῆς περὶ πάντα σπουδῆς ἔκρειναν τὸν μὲν Ἀπόλλωνα τὸν μαντεῖον δια- | |
| 10 | μένειν εἰς τὸ διηνεκ[ὲς ἐν] ᾧ νῦν καθείδρυται τοῦ πρυτανείου τόπῳ, παραδιδόμενον χρηματισμῷ ὑπὸ τοῦ ἐξιόντος πρυτάνεως εἰσιόντι, {αι} |
| τούς τε βωμοὺς καὶ τὰ λοιπά, ὅσα κατεσκεύακεν ἢ ἐπεσκεύακεν πρύταν[ις Δι]ονυσ̣όδωρος, πάντα διὰ | |
| χρηματισμοῦ δηλώσαντα αὐτὸν εἰς τὸ ἱερὸν ἀποθέσθαι ἀντιγραφῖον· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ φι- | |
| λοσεβάστοις γενέσθαι καθότι προγέγραπται. | |
| κουρῆτες εὐσεβεῖς φιλοσέβαστοι· | |
| 15 | Ἀρτεμᾶς (Ἀρτεμᾶ) τοῦ Ἀπολλωνίου βουλευτής· |
| Γναῖος Ἰούλιος Μᾶγνος βουλευτής· | |
| 1.17 | Μενεσθεὺς (Μενεσθέως) βουλευτής· |
| Γ(άϊος) Ἀτείλιος Νεικασίων | |
| Βενῦστος (Βενύστου) | |
| 20 | Θεόπομπος Ἀριστέου |
| 2.17 | ἱερουρ[γο]ί· |
| Πό(πλιος) Κορ(νήλιος) Ἀρίστων [ἱερ]οσκόπος βου(λευτής) | |
| Μουνδίκιος ἱεροφάντης βου(λευτής) | |
| 20 | Ἐπικράτης ἱεροκῆρυξ |
| Τρύφων ἀκροβάτης ἐπὶ θυμι- | |
| άτρου, | |
| Τρόφιμος σπονδαύλης. | |