Honorary decree of boule and demos (of Ephesos) for
Ararousios and Phanodikos of Miletos; Hellenistic; found at
Ephesos: JÖAI 52, 19, no. 2; *IEph 1411.
[ ]
IEph 1411
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Κωμαῖος Πανδαμάσου εἶπεν· ἐπειδὴ Ἀραρούσιος |
| καὶ Φανόδικος Πιθήκου Μιλήσιοι ἄνδρες ἀγαθοὶ καὶ πρόθυμοί εἰσιν περί τε τὸ ἱερὸν | |
| καὶ τὸν δῆμον τὸν Ἐφεσίων καὶ τῶν πολιτῶν τοῖς ἀφικνουμένοις εἰς Μίλητον | |
| χρείαν παρέχονται, δεδόχθαι τῆι βουλῆι, ἐπαινέσαι τε αὐτοὺς ἀρετῆς ἕνεκε, | |
| 5 | καὶ εἶναι αὐτοὺς προξένους Ἐφεσίων· στεφανῶσαι δὲ καὶ ἑκάτερον αὐτῶν χρυ[σῶι] |
| στεφάνωι καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι, ὅπως ἂ̣ν̣ καὶ οἱ λοιποὶ ε̣ἰ̣[δῶ]- | |
| σιν ὅτι ὁ δῆμος (sic) Ἐφεσίων τιμᾶι τοὺς προθύμους ὄντας περὶ τὸ ἱερὸν καὶ τὴμ π̣[ό]λ̣[ιν·] | |
| ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπου κ̣[αὶ αἱ] | |
| λοιπαὶ προξενίαι ἀναγεγραμμέναι εἰσίν. |