Honorary decree of boule and demos of Ephesos for
Phanostratos Eukleonos Arkas; Hellenistic; found at Ephesos: JÖAI
52, 19, no. 3; *IEph 1412.
[ ]
IEph 1412
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἐπικράτης εἶπεν· ἐπειδὴ Φανόστρατος Εὐκλέωνος Ἀρκὰς ἀνὴρ ἀγαθός [ἐστιν] |
| περὶ τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Ἐφεσίων καὶ διατελεῖ χρήσιμον ἑαυτὸν παρεχόμενος καὶ κοινῆι τ̣[ῶ]ι̣ δήμ̣[ωι] | |
| καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν τῶν πολιτῶν, δεδόχθαι τῆι βουλῆι, ἐπαινέσαι τε Φανόστρατον Εὐκλέ[ω]νο[ς] | |
| Ἀρκάδα ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣν ἔχει περὶ τὸν δῆμον τὸν Ἐφεσίων, καὶ δοῦναι αὐτῶι καὶ ἐκ[γ]ό[νοις] | |
| 5 | πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίηι· ἐπικληρῶσαι δὲ αὐτὸν καὶ εἰς φυλὴν καὶ χιλιαστύν, καὶ ἀναγράψα[ι] τ[ὰ δοθέντα αὐτῶι] |
| ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου τοὺς νεωποίας, ὅπου καὶ τοῖς ἄλλοις εὐεργέταις αἱ ὑπὸ τῆς βουλῆ[ς] κ̣[αὶ τ]ο[ῦ δή]- | |
| μου ἐψηφισμέναι δωρεαὶ ἀναγεγραμμέναι εἰσίν, ὅπως ἅπαντες εἰδῶ̣σιν, ὅτι ὁ δῆμος ὁ Ἐφεσίω[ν τοὺς καλοὺς καὶ?] | |
| ἀγαθοὺς ἄνδρας τιμᾶι καὶ χάριτας ἀποδίδωσι ἑκάστοις τῶν εὐεργετημάτων· ἔλαχε φυλὴν τῶν [Εὐ]ω[νυμέων], | |
| χιλιαστὺν Ἐχύρεος. |