Dedicatory inscription (in elegiacs) on statue-base to Artemis Pytheie by Diodoros Olympou, priest of Artemis; II: *IDidyma 118; **Peek, ZPE 7, 1971, 194-6, no. 3 (ll. 2-5).  
[ ] IDid 118
1 vacat Ἀρτέμιδι Πυθείηι.
[ἁγναῖς] Ν̣αϊάδων σεμνὸν παλάμαισι μ[ολόντες]
[δῶμα π]ρὸ παρθενίου τοῦδε δόμοιο [θεῆ]ς
[νᾶμα] ἀρύσασθε τόδε ἁγνόν, ἐπεὶ Διόδωρος Ὀλύμπου
5 σ̣[τ]ῆ̣σέ με, Πυθείης Ἀρτέμιδος πρόπολος,
αὔξων εὐσεβίης καλὸν οὔνομα τήν τε ἀπὸ πατρὸς
αἵρεσιν εἰς θείην τάξιν ἀμειβόμενος·
ὧν ὅδε σεμνοτάτην μνήμην θέτο, παρθένε, μορφὴν
σὴν ὅτε τοῖς χρυσέοις τεύγμασιν ἠγλάϊσεν·
10 τοὔνεκεν ἐχ θείης χάριτος λάχε τὸμ παρὰ θνητοῖς
αἶνον ἐν εὐλογίηι πλεῖστον ἔχοντα γέρας.
Search Help