Dedicatory inscription (in elegiacs) on statue-base to
Artemis Pytheie by Diodoros Olympou, priest of Artemis; II:
*IDidyma 118; **Peek, ZPE 7, 1971, 194-6, no. 3 (ll. 2-5).
[ ]
IDid 118
| 1 | vacat Ἀρτέμιδι Πυθείηι. |
| [ἁγναῖς] Ν̣αϊάδων σεμνὸν παλάμαισι μ[ολόντες] | |
| [δῶμα π]ρὸ παρθενίου τοῦδε δόμοιο [θεῆ]ς | |
| [νᾶμα] ἀρύσασθε τόδε ἁγνόν, ἐπεὶ Διόδωρος Ὀλύμπου | |
| 5 | σ̣[τ]ῆ̣σέ με, Πυθείης Ἀρτέμιδος πρόπολος, |
| αὔξων εὐσεβίης καλὸν οὔνομα τήν τε ἀπὸ πατρὸς | |
| αἵρεσιν εἰς θείην τάξιν ἀμειβόμενος· | |
| ὧν ὅδε σεμνοτάτην μνήμην θέτο, παρθένε, μορφὴν | |
| σὴν ὅτε τοῖς χρυσέοις τεύγμασιν ἠγλάϊσεν· | |
| 10 | τοὔνεκεν ἐχ θείης χάριτος λάχε τὸμ παρὰ θνητοῖς |
| αἶνον ἐν εὐλογίηι πλεῖστον ἔχοντα γέρας. |