Inventory of donations mentioning stephanephoros Aristanor
Aristanoros; c. 100 BC: Haussoullier, Milet pp. 209-211, no. 10;
*IDidyma 475.
[ ]
IDid 475
| 1 | [ἐπ]ὶ σ[τεφανηφ]ό̣ρ̣ο̣[υ Ἀριστάν]ο̣ρ̣ος τοῦ |
| Ἀριστάνορος, v2 προφητεύοντος δὲ | |
| Λυκίνου τοῦ Μολοσσοῦ, ταμιευόντων | |
| δὲ καὶ παρεδρευόντων ἐν τῷ ἱερῷ vacat | |
| 5 | Φανίου v2 τοῦ Ἀριστέου, Καλλιγένου |
| τοῦ Σωκράτου, φύσει δὲ Διονυσίου τά- | |
| δε ἀνετέθη τῶι Ἀπόλλωνι ἀργυρᾶ· φιάλη | |
| Κώιων, ὁλκῆς Ἀλεξανδρείων v ρʹ v· ἄλλη | |
| Ἐρυθραίων, ὁλκῆς Ἀλεξανδρείων v ρʹ· | |
| 10 | ἄλλ[η] Μυλασέων, ὁλκῆς Ἀλεξανδρεί- |
| ων v πʹ v· ἄλλη Χίων, ὁλκῆς Ἀλεξαν(δρείων) v ξʹ· | |
| [ἄ]λλη Ἰλιέων, ὁλκῆς Ἀλεξανδρείων v οʹ· | |
| ἄλλη Μυριναίω<ν>, ὁλκῆς Ἀλεξανδρείων | |
| ξʹ v· ἄλλη Χαλκιδέων, ὁλκῆς Ἀλεξανδ- | |
| 15 | ρείων v νʹ· ἄλλη Μεγαλοπολιτῶν, ὁλκῆ- |
| ς Ἀλεξανδρείων v ξʹ v· ἄλλη Ἀλινδήων | |
| ὁλκῆς Ἀλεξανδρείων v ρʹ v· ἄλλη Κυζι- | |
| κηνῶν, ὁλκῆς Ἀλεξανδρείων v ρʹ· vacat | |
| ἄλλη Ἰασήων, ὁλκῆς Ἀλεξανδρείων v νʹ· | |
| 20 | ἄλλη Σμυρναίων, ὁλκῆς Ἀλεξανδρείων |
| οδʹ v· ἄλλη Καλχαδονίων, ὁλκῆς Ἀλεξαν- | |
| δρείων v ρʹ· v ἀγωνοθετῶν Μέλανος τοῦ | |
| Ταυρέου, Σωσιστράτου τοῦ Ἱπποθῶντος, | |
| Εὐκράτου τοῦ Ἀντιγόνου, Ἀριστέου τοῦ Λ[ε]- | |
| 25 | οντέως, Πώλου τοῦ Πώλου, φύσει δὲ |
| Φιλίσκου φιάλαι v βʹ v ἀπὸ τῶν δοθέντων | |
| χρημάτων ὑπὸ Εἰρηνίου τοῦ Ἀρτέμωνος | |
| τ̣μεʹ v καὶ ἄλλη{ν} ἀπὸ δραχμῶν Ἀλεξανδρε[ί]- | |
| ων v ψξαʹ v· ἄλ<λ>η ἀγωνοθετῶν τῶν αὐτῶν | |
| 30 | ἀπὸ τῆς δοθείσης δωρεᾶς ὑπὸ βασιλέω- |
| ς Ἀντιόχου ἀπὸ δραχμῶν Ἀλεξανδρείων | |
| σʹ v· ἄλλη Ῥοδίων, ὁλκῆς Ἀλεξανδρείων | |
| τοβʹ· ἄλλαι τέσσαρες βασιλέως Πτολεμ- | |
| αίου τοῦ πρεσβυτάτου υἱοῦ, ὁλκῆς Ἀλε- | |
| 35 | ξανδρείων v2 τκηʹ v· v ἄλλαι δύο ἐπιγρα- |
| φὴν ἐχουσαι "Βρογίταρος Δηϊοτάρου Γα- | |
| λατῶν Τρόκμων τετράρχης καὶ ἡ ἀδ- | |
| ελφὴ αὐτοῦ Ἀβαδογιώνα Ἀπόλλωνι | |
| Διδυμεῖ πατρώιωι χαριστήριον ἐμέ" | |
| 40 | καὶ ἄλλη{ν}, ἀπὸ δραχμῶν Ἀλεξανδρείων |
| vacat ἑξακισχιλιών· vacat | |
| ἄλλη Κλαζομενίων ὁλκῆς Ἀλεξανδρε[ί]- | |
| ων v ξʹ. | |
| vacat |