[ ] REG 80, 1967, 282-91
1 [εἴ σοι] μὴ βαρὺ τοῦτο παραστείχοντι πυθέσθ[αι,]
[ἴσθι μ]ε̣ Νικίεω παῖδα ἀναπαυόμενον
[․․5․․]να· ζωὴν δὲ ἔλιπον γηραιὸς, ὁδῖτα,
[ἕνδε]κα πληρώσας ἑβδομάδας βιότου·
5 [ἱδρυθεὶ]ς? δὲ ἐπ’ ἐμῷ τύμβωι χάλκειος ἀλέκτ[ωρ]
[μάρτυ]ς ἐφέστηκεν σώφρονος ἀγρυπνίης·
[ἦα μὲ]ν̣ ἐκ προγόνων ἀγαθῶν ἐπὶ πολλὰ γεωργό[ς·]
[νῦν δ’ εἴπ]ας χαίρειν μνῆσαι ὁδοιπορίης.
Search Help
Contact Us