[ ]
REG 80, 1967, 282-91
| 1 | [εἴ σοι] μὴ βαρὺ τοῦτο παραστείχοντι πυθέσθ[αι,] |
| [ἴσθι μ]ε̣ Νικίεω παῖδα ἀναπαυόμενον | |
| [․․5․․]να· ζωὴν δὲ ἔλιπον γηραιὸς, ὁδῖτα, | |
| [ἕνδε]κα πληρώσας ἑβδομάδας βιότου· | |
| 5 | [ἱδρυθεὶ]ς? δὲ ἐπ’ ἐμῷ τύμβωι χάλκειος ἀλέκτ[ωρ] |
| [μάρτυ]ς ἐφέστηκεν σώφρονος ἀγρυπνίης· | |
| [ἦα μὲ]ν̣ ἐκ προγόνων ἀγαθῶν ἐπὶ πολλὰ γεωργό[ς·] | |
| [νῦν δ’ εἴπ]ας χαίρειν μνῆσαι ὁδοιπορίης. |