[ ]
Athena 1908, 249, no. 89
| 1 | σύνκοιτον ζωᾶς ἐνεθήκατο τῷδ’ ἐνὶ τύμβῳ |
| Φῆλιξ̣ Εἰρήνην, ἣν ἐπόθει τὸ πάλαι, | |
| ἡλικίῃ θάλλουσαν, ἐν ἤθεσι πᾶσιν ἄμεμπτον, | |
| πεσσαρακονταέτη πνεύματος ἐκπταμένου· | |
| 5 | νῦν δ’ ἐπ<ε>ὶ ἀνθρώπων βαιὸς βίος ἐστὶν ἁπάντων, |
| τὸν χρόνιον θνατῶν ξυνὸν ἔτευξε τάφον. | |
| vacat |