[ ]
CIG 2222
1 | ΜΕΤΑΜΕ[․․․]ΚΛ̣[․․․8․․․․ ἐντ]ευχθεὶς ὑπ’ Ἀ[․․․․․12․․․․․]ΚΩ[—] |
Σταφύλου ὑπαρχόντων πρὸς τοὺς Χείων πρέσβεις ἀναγεινωσ[κόν]- | |
των ἐπιστολὴν Ἀντιστίου Οὐέτερος τοῦ πρὸ ἐμοῦ ἀνθυπάτ[ου,] | |
ἀνδρὸς ἐπιφανεστάτου, κατακολουθῶν τῇ καθολικῃ μου [προ]- | |
5 | θέσει τοῦ τ̣η̣[ρ]εῖν τὰ ὑπὸ τῶν πρὸ ἐμοῦ ἀνθυπάτων γραφέντα̣, [φυ]- |
λάττειν καὶ τὴν ὑπὲρ τούτων φερομένην ἐπιστολὴν Οὐέτε[ρος] | |
εὔλογον ἡγησάμην· ὕστερον δὲ ἑκατέρου μέρους ἐξ ἀντικα[τα]- | |
στάσεως περὶ τῶν κατὰ μέρος ζητημάτων ἐντυχόντος διήκ[ου]- | |
σα, καὶ κατὰ τὴν ἐμὴν συνήθειαν παρ’ ἑκατέρου μέρους ἐπιμελ[έσ]- | |
10 | τερα γεγραμμένα ᾔτησα ὑπομνήματα· [ἃ λ]αβὼν, καὶ κατὰ τὸ ἐπιβ̣[άλ]- |
λον ἐπιστήσας, εὗρον τοῖς μὲν χρόνοις ἀρχαιότατον δόγμα[τος] | |
συνκλήτου ἀντισφράγισμα, γεγονότος Λουκίῳ Σύλλᾳ τὸ δε[ύτε]- | |
ρον ὑπάτωι, ἐν ᾧ μαρτυρηθεῖσι τοῖς Χείοις, ὅσα ὑπὲρ Ῥωμαίων διέ̣[θη]- | |
κάν τε Μιθριδάτην ἀνδραγαθοῦντες καὶ ὑπ’ αὐτοῦ ἔπαθον, ἡ σύν̣κ̣[λη]- | |
15 | τος εἰδικῶς ἐβεβαίωσεν, ὅπως νόμοις τε καὶ ἔθεσιν καὶ δικαίοις χ[ρῶν]- |
ται ἃ ἔσχον ὅτε τῇ Ῥωμαίων φιλίᾳ προσῆλθον, ἵνα τε ὑπὸ μηθ’ ᾡτινι[οῦν] | |
τύπῳ ὧσιν ἀρχόντων ἢ ἀνταρχόντων, οἵ τε παρ’ αὐτοῖς ὄντες Ῥωμ̣[αῖ]- | |
οι τοῖς Χείων ὑπακούωσιν νόμοις· Αὐτοκράτορος δὲ θεοῦ υἱοῦ Σ[ε]- | |
βαστοῦ, τὸ ὄγδοον ὑπάτου, ἐπιστολὴ<ν> πρὸς Χείους, γράφοντ[ος ὡς, ἐπειδὴ] | |
20 | [․․․․11․․․․․]Ρ̣[․]ΕΙΝ̣ ἀμφι[․․․7․․․] τῆς περὶ τὴν πόλιν ἐλευθ[ερίας] |
{²continuation lost}² |