[ ]
CIG 2222
| 1 | ΜΕΤΑΜΕ[․․․]ΚΛ̣[․․․8․․․․ ἐντ]ευχθεὶς ὑπ’ Ἀ[․․․․․12․․․․․]ΚΩ[—] |
| Σταφύλου ὑπαρχόντων πρὸς τοὺς Χείων πρέσβεις ἀναγεινωσ[κόν]- | |
| των ἐπιστολὴν Ἀντιστίου Οὐέτερος τοῦ πρὸ ἐμοῦ ἀνθυπάτ[ου,] | |
| ἀνδρὸς ἐπιφανεστάτου, κατακολουθῶν τῇ καθολικῃ μου [προ]- | |
| 5 | θέσει τοῦ τ̣η̣[ρ]εῖν τὰ ὑπὸ τῶν πρὸ ἐμοῦ ἀνθυπάτων γραφέντα̣, [φυ]- |
| λάττειν καὶ τὴν ὑπὲρ τούτων φερομένην ἐπιστολὴν Οὐέτε[ρος] | |
| εὔλογον ἡγησάμην· ὕστερον δὲ ἑκατέρου μέρους ἐξ ἀντικα[τα]- | |
| στάσεως περὶ τῶν κατὰ μέρος ζητημάτων ἐντυχόντος διήκ[ου]- | |
| σα, καὶ κατὰ τὴν ἐμὴν συνήθειαν παρ’ ἑκατέρου μέρους ἐπιμελ[έσ]- | |
| 10 | τερα γεγραμμένα ᾔτησα ὑπομνήματα· [ἃ λ]αβὼν, καὶ κατὰ τὸ ἐπιβ̣[άλ]- |
| λον ἐπιστήσας, εὗρον τοῖς μὲν χρόνοις ἀρχαιότατον δόγμα[τος] | |
| συνκλήτου ἀντισφράγισμα, γεγονότος Λουκίῳ Σύλλᾳ τὸ δε[ύτε]- | |
| ρον ὑπάτωι, ἐν ᾧ μαρτυρηθεῖσι τοῖς Χείοις, ὅσα ὑπὲρ Ῥωμαίων διέ̣[θη]- | |
| κάν τε Μιθριδάτην ἀνδραγαθοῦντες καὶ ὑπ’ αὐτοῦ ἔπαθον, ἡ σύν̣κ̣[λη]- | |
| 15 | τος εἰδικῶς ἐβεβαίωσεν, ὅπως νόμοις τε καὶ ἔθεσιν καὶ δικαίοις χ[ρῶν]- |
| ται ἃ ἔσχον ὅτε τῇ Ῥωμαίων φιλίᾳ προσῆλθον, ἵνα τε ὑπὸ μηθ’ ᾡτινι[οῦν] | |
| τύπῳ ὧσιν ἀρχόντων ἢ ἀνταρχόντων, οἵ τε παρ’ αὐτοῖς ὄντες Ῥωμ̣[αῖ]- | |
| οι τοῖς Χείων ὑπακούωσιν νόμοις· Αὐτοκράτορος δὲ θεοῦ υἱοῦ Σ[ε]- | |
| βαστοῦ, τὸ ὄγδοον ὑπάτου, ἐπιστολὴ<ν> πρὸς Χείους, γράφοντ[ος ὡς, ἐπειδὴ] | |
| 20 | [․․․․11․․․․․]Ρ̣[․]ΕΙΝ̣ ἀμφι[․․․7․․․] τῆς περὶ τὴν πόλιν ἐλευθ[ερίας] |
| {²continuation lost}² |