[ ]
JÖAI 35, Beibl. 121-26
| 1 | [— διατίθε]σ̣[θ]αι τὰ περὶ προστίμων ὧν νῦν δίδωσιν μυρίων δισχιλί[ων εἶ]- |
| [ναι αὐτῷ] κατὰ τὸ αὐτὸ ψήφισμα τὴν διαταγὴν μηδενὸς ἕξοντος ἐξουσίαν μηδ’ ἐκ | |
| [π]ροστάγματος γράψαι περὶ αὐτῶν ἢ νομοθετῆσαι ἢ εἰς διόρθωμα κατατάξα[ι περὶ] | |
| [τ]ῆς μεταγωγῆς ἢ μεταθέσεως τῶν χρημάτων τούτων ἢ τῶν προσόδων αὐτῶν· [ὁμοί]- | |
| 5 | ως δὲ καὶ περὶ τῶν πρὸ τοῦ δεδομένων ὑπ’ αὐτοῦ χρημάτων ἢ τῶν προσόδων α̣[ὐτῶν.] |
| ἐ̣ὰ̣ν δέ τις πράξῃ παρὰ τὰ πρὸ τοῦ διησφαλισμένα ἢ τὰ νῦν ἐγνωσμένα, ἔστω τὰ χρήματα [ταῦ]- | |
| [τα πάντα] τῶν Λευκίου κληρονόμων· ἐὰν δὲ μὴ πράξωνται οἱ κληρονόμοι, ἔστω τοῦ δήμο̣[υ] | |
| [τοῦ Ῥω]μαίων, ἔστω δὲ καὶ ὁ ποιήσας τι τῶν ἀπηγορευμένων ἐν τοῖς αὐτοῖς προστείμοις [κἠ]- | |
| παρ[ῆ]ι· δεδόχθαι ἐπικεχωρῆσθαι αὐτῶι περὶ πάντων, καθότι βεβούληται. καὶ ἐπεὶ | |
| 10 | π̣ροεψηφίσατο ὁ δῆμος ἀνδριάντος ἀνάστασιν αὐτῷ ἐν τῷ ἐπισημοτάτῳ τῆς ἀγ[ο]- |
| ρ̣ᾶς τόπῳ, βούλεται δὲ αὐτὸν συναναστῆσαι τοῖς τῶν τέκνων ἀνδριᾶσιν ἐπὶ τῶν | |
| στυλείδων, δεδόχθαι ἐπικεχωρῆσθαι αὐτῶι. ὁμοίως δὲ ἐξεῖναι αὐτῶι καὶ τὰ ἀγάλμα- | |
| τ̣α τῶν υἱῶν αὐτοῦ, ἃ ἐψηφίσατο ὁ δῆμος ἀνατεθῆναι ἐν τῶι γυμνασίωι, ἀναστῆ- | |
| [σ]αι ἐν ὧι ἂν βούληται τοῦ ἀκροατηρίου τόπωι. ὅπως ταῦτά τε τὰ ἀγάλματα καὶ τὸ | |
| 15 | [ἀ]νασταθὲν ὑπὸ Ῥωμαίων ἐν τῇ ἐξέδρᾳ, ᾗ αὐτὸς κατεσκεύασεν ἐν τῷ πρεσβυτι- |
| [κ]ῶι, καὶ οἱ ἀνδριάντες οἱ ἀνασταθησόμενοι Λευκίου τε καὶ τῶν υἱῶν αὐτοῦ μὴ μεταρθῶ- | |
| [σιν] μηδὲ μετεπιγραφῶσιν, συντηρῆται δὲ εἰς τὸν ἀεὶ χρόνον ἥ τε τοῦ δήμου χάρις καὶ ἡ | |
| μ̣ν̣ήμη̣ τῶν ἀνδρῶν, εἶναι τἀτὰ ἀπαγορεύματα καὶ πρόστειμα, ὅσα γέγραπται καὶ πε- | |
| [ρὶ τῶν] ἀγαλμάτων τῶν ἐν τῇ ἐξέδρᾳ ἐν Πανήμωι τῶι ἐπὶ Ἀρίστωνος· εἶναι δὲ | |
| 20 | [αὐτοὺ]ς ἐνόχους ἱεροσυλίᾳ καὶ ἐν ἐπαρῇ. ἀποδεδειγμένου δὲ Λευκίου Νασσίου δ[ιὰ] |
| [τηλικ]ούτων τὴν πρὸς τὸν δῆμον εὔνοιαν καὶ τὸ διηνεκὲς ἑδραίως ἐν πᾶσιν [ἐν]- | |
| [άρετον, δεδόχθαι, ὃ ὁμοί]ως αὐτῶι χαρτὸν καὶ πάσης εὐχῆς ἐπάξιον καὶ τῶι σύνπαντι δήμ[ῳ] | |
| [πρὸς χάρ]ι̣ν [ἐστί, τό τε χωρίο]ν τοῦ γένους παισὶ παίδων παραδοθῆναι τήν τ’ οἰκίαν ἄθραυσ- | |
| [τον μεθ’] ὅλ̣ου̣ τού̣[του τοῦ χ]ω̣ρίου μεῖναι, ὅπως ἥ τε εἰς αὐτὸν μνήμη καὶ εὐχαριστία τοῖς ἀπο- | |
| 25 | [γόνοις προ]σθῇ τὴν ἐ̣[ν εὐ]φ̣ρ̣οσ̣ύ̣νῃ {την} ἀπόλαυσιν ἥ τε ἐξ αὐτῶν εὔνοια πατροπαράδοτος οὖσα |
| [ἀμείωτος καὶ ἀπαρασάλευτος εἰς τὸν] ἀεὶ χρόνον τῶι δήμῳ φυλάσσηται. ἐπεὶ δὲ ἡ φθονερ[ὰ Μοῖρα] | |
| [ἀφήρπασεν ἄρτι τοὺς Λευκίου υἱούς,] ἄνδρας ἀγαθοὺς μὲν καὶ προσηνεῖς πατρί, ἀγαθοὺ̣[ς δὲ πα]- | |
| [τέρας ἀγα]θ̣ῶ̣[ν? καὶ γενναίων παίδων μεγ]ί̣στας εἰς ἐλπίδας αὐξομένων καταλλ[ήλως τῷ πάπ]- | |
| [πωι ὅ τ]ε̣ τ[άφος ὁ προγονικὸς ἀφείθη αὐτοῖ]ς̣ παρὰ Λευκίου, καὶ αὐτῶι τὸ παρὰ τὸν [τάφον τοῦ]- | |
| 30 | [τον, —]την σ[—]ι․․προσ[—] |