[ ] Athena 1908, 184-89
1 [ἐπὶ Τ]ελλέ̣ος π[ρυτάν]-
εος. βολῆς [γ]νώμη. [ἐν τ]-
οῖς ἄλσεσιν μ[ὴ ποιμ]-
αίνεν μηδὲ κοπρ[εόε]-
5 [ν·] ἢν δὲ ποιμαίνῃ [ἢ ὑ]-
φορβῇ ἢ βοκολῆι, [ὁ ἰ]-
δὼν  κατειπάτω πρ[ὸς]
τὸς βασιλέας ἁγν[ῶς]
πρὸς το͂ θεο͂· τῶι δὲ π[ο]-
10 ιμαίνοντι ἢ ὑφορβέ-
οντι ἢ βοκολέοντι ἡ-
[μ]ίεκτον ἴθυνα ἔστω
κατὰ κτῆνος ἕκαστο-
ν· ἢν δὲ κοπρεόων ἁλί-
15 σκηται, πέντε στατῆ-
ρας ὀφειλέτω ἁγνῶς
πρὸς το͂ θεο͂· ἢν δὲ ὁ ἰδ-
ὼν μὴ κατείπει, πέντ-
ε στατῆρας ὀφειλέτ-
20 ω ἱερ[ὸ]ς τῶι θεῶι· τ[αῦ]-
τ̣α̣ γράψαι ἐν τοῖς ἄλ-
σεσιν· σκεῦα̣ ἐκ το͂ ἱε-
ρ[ο͂ μὴ] ’χ̣φέρ̣εν τὰ ἱερά·
[ἢν δ’][χ]φέρῃ ἀρεστή-
25 [ριον ὀφεί]λ[ε]ν [τ]ὸν δὲ
[ἰ]δόντα πρὸς τὸς βα[σ]-
[ι]λέας κατειπε͂ν· ἢν δ-
[ὲ μ]ὴ κατείπει πέντε
στατῆρας ὀφείλεν ἱ-
30 ερὸς τῶι θεῶι.
Search Help
Contact Us