[ ]
Syr.-Phoen. — Baitokaike (Hosn Soleiman) — 259-260 AD — w/ Add. p.116
A.1 | Imp(erator) Caesar |
Publius Licin- | |
nius Valerianus | |
Pius Felix Aug(ustus) et Imp(erator) | |
5 | Caesar Publius Licinius |
Gallienus Pius Fel(ix) Aug(ustus) et Licin- | |
nius Cornelius Saloninus | |
Valerianus nobilissimus Caesar | |
Aurelio Marea et aliis ∶ | |
10 | regum antiqua beneficia, consuetu- |
dine etiam insecuti tenporis {²⁶temporis}²⁶ adpro- | |
bata, is qui provinciam regit, remota | |
violentia partis adversae, incolumia | |
vobis manere curabit. | |
B.15 | ἐπιστολὴ Ἀντιόχου βασιλέως· |
βασιλεὺς Ἀντίοχος Εὐφήμῳ χαίρειν· ἐδόθη ὁ κατακεχωρισ- | |
μένος ὑπομνηματισμός· γενέσθω οὖν καθότι δεδήλωται περὶ ὧν δεῖ διὰ σοῦ | |
18a | συντελεσθῆναι. |
C.18b | προσενεχθέντος μοι περὶ τῆς ἐνεργείας θεοῦ Διὸς Βαιτοκαικης |
ἐκρίθη συνχωρηθῆναι αὐτῷ εἰς ἅπαντα τὸν χρόνον, ὅθεν καὶ ἡ δύναμις τοῦ | |
20 | θεοῦ κατάρχεται, κώμην τὴν Βαιτοκαι[κη]νήν, ἥν πρότερον ἔσχεν Δημήτριος |
Δημητρίου τοῦ Μνασαίου ἐν Τουργωνα τῆς περὶ Ἀπάμιαν σατραπίας, σὺν τοῖς | |
συνκύρουσι καὶ καθήκουσι πᾶσι κατὰ τοὺς προϋπάρχοντας περιορισμοὺς | |
καὶ σὺν τοῖς τοῦ ἐνεστῶτος ἔτους γενήμασιν, ὅπως ἡ ἀπὸ ταύτης πρόσοδος | |
ἀναλίσκηται εἰς τὰς κατὰ μῆνα συντελουμένας θυσίας καὶ τἄλλα τὰ πρὸς αὔξη- | |
25 | σιν τοῦ ἱεροῦ συντείνοντα ὑπὸ τοῦ καθεσταμένου ὑπὸ τοῦ θεοῦ ἱερέως, ὡς εἴ- |
θισται, ἄγωνται δὲ κατὰ μῆνα πανηγύρεις ἀτελεῖς τῇ πεντεκαιδεκάτῃ καὶ | |
τριακάδι, καὶ εἶναι τὸ μὲν ἱερὸν ἄσυλον, τὴν δὲ κώμην ἀνεπίσ<τα>θμον μηδεμιᾶς | |
ἀπορρήσεως προσενεχθείσης· τὸν δὲ ἐναντιωθησόμενόν τισι τῶν προγε- | |
γραμμένων ἔνοχον εἶναι ἀσεβείᾳ ἀναγραφῆναί τε καὶ τὰ ἀντίγραφα ἐν | |
30 | στήλῃ λιθίνῃ καὶ τεθῆναι ἐν τῷ αὐτῷ ἱερῷ. Δεήσει οὖν γραφῆναι οἷς εἴ- |
θισται, ἵνα γένηται ἀκολούθως τοῖς δηλουμένοις. | |
D.32 | ψήφισμα τῆς πόλεως πεμ<φ>θὲν θεῷ Αὐγούστῳ |
ἐπάνανκες δὲ ἀνέρχεσθαι πάντα τὰ ὤνεια διὰ τῶν ἐνταῦθα καὶ ἐπὶ χώρας | |
ἀγορητῶν πραθησόμενα καθ’ ἑ[κ]άστην ἱερομηνίαν πρὸς τὸ ἀδιάλε<ι>πτα ὑπάρχιν | |
35 | πᾶσι τοῖς ἀνιοῦσ{ι}ι {²⁶ἀνιοῦσι}²⁶ προσκυνηταῖς, ἐπιμελομένου τοῦ τῆς πόλεως ἀγο- |
ρητοῦ μηδὲ ἐπιχειροῦντος ἢ ὀχλοῦντος προφάσει παροχῆς καὶ τέλους | |
καὶ ἐπηρείας τινὸς ἢ ἀπαιτήσαιως· ἀνδράποδα δὲ καὶ τετράποδα | |
καὶ λοιπὰ ζῶα ὁμοίως πωλείσθω ἐν τῷ τόπῳ χωρὶς τέλους ἢ ἐπη- | |
ρείας τινὸς ἢ ἀπαιτήσαιως. | |
E.40 | οἱ κάτοχοι ἁγίου οὐρανίου Διὸς τῆς ὑπὸ τῶν Σε- |
βαστῶν εἴς τε τὸν θεὸν εὐσεβείας καὶ τὸν τόπον ἐλευθε- | |
ρε[ί]ας τὴν θείαν ἀντιγραφὴν ὑπὸ πάντων προσκυνουμένην | |
προέταξαν. |