[ ]
Syr.-Phoen. — Baitokaike (Hosn Soleiman) — 259-260 AD — w/ Add. p.116
| A.1 | Imp(erator) Caesar |
| Publius Licin- | |
| nius Valerianus | |
| Pius Felix Aug(ustus) et Imp(erator) | |
| 5 | Caesar Publius Licinius |
| Gallienus Pius Fel(ix) Aug(ustus) et Licin- | |
| nius Cornelius Saloninus | |
| Valerianus nobilissimus Caesar | |
| Aurelio Marea et aliis ∶ | |
| 10 | regum antiqua beneficia, consuetu- |
| dine etiam insecuti tenporis {²⁶temporis}²⁶ adpro- | |
| bata, is qui provinciam regit, remota | |
| violentia partis adversae, incolumia | |
| vobis manere curabit. | |
| B.15 | ἐπιστολὴ Ἀντιόχου βασιλέως· |
| βασιλεὺς Ἀντίοχος Εὐφήμῳ χαίρειν· ἐδόθη ὁ κατακεχωρισ- | |
| μένος ὑπομνηματισμός· γενέσθω οὖν καθότι δεδήλωται περὶ ὧν δεῖ διὰ σοῦ | |
| 18a | συντελεσθῆναι. |
| C.18b | προσενεχθέντος μοι περὶ τῆς ἐνεργείας θεοῦ Διὸς Βαιτοκαικης |
| ἐκρίθη συνχωρηθῆναι αὐτῷ εἰς ἅπαντα τὸν χρόνον, ὅθεν καὶ ἡ δύναμις τοῦ | |
| 20 | θεοῦ κατάρχεται, κώμην τὴν Βαιτοκαι[κη]νήν, ἥν πρότερον ἔσχεν Δημήτριος |
| Δημητρίου τοῦ Μνασαίου ἐν Τουργωνα τῆς περὶ Ἀπάμιαν σατραπίας, σὺν τοῖς | |
| συνκύρουσι καὶ καθήκουσι πᾶσι κατὰ τοὺς προϋπάρχοντας περιορισμοὺς | |
| καὶ σὺν τοῖς τοῦ ἐνεστῶτος ἔτους γενήμασιν, ὅπως ἡ ἀπὸ ταύτης πρόσοδος | |
| ἀναλίσκηται εἰς τὰς κατὰ μῆνα συντελουμένας θυσίας καὶ τἄλλα τὰ πρὸς αὔξη- | |
| 25 | σιν τοῦ ἱεροῦ συντείνοντα ὑπὸ τοῦ καθεσταμένου ὑπὸ τοῦ θεοῦ ἱερέως, ὡς εἴ- |
| θισται, ἄγωνται δὲ κατὰ μῆνα πανηγύρεις ἀτελεῖς τῇ πεντεκαιδεκάτῃ καὶ | |
| τριακάδι, καὶ εἶναι τὸ μὲν ἱερὸν ἄσυλον, τὴν δὲ κώμην ἀνεπίσ<τα>θμον μηδεμιᾶς | |
| ἀπορρήσεως προσενεχθείσης· τὸν δὲ ἐναντιωθησόμενόν τισι τῶν προγε- | |
| γραμμένων ἔνοχον εἶναι ἀσεβείᾳ ἀναγραφῆναί τε καὶ τὰ ἀντίγραφα ἐν | |
| 30 | στήλῃ λιθίνῃ καὶ τεθῆναι ἐν τῷ αὐτῷ ἱερῷ. Δεήσει οὖν γραφῆναι οἷς εἴ- |
| θισται, ἵνα γένηται ἀκολούθως τοῖς δηλουμένοις. | |
| D.32 | ψήφισμα τῆς πόλεως πεμ<φ>θὲν θεῷ Αὐγούστῳ |
| ἐπάνανκες δὲ ἀνέρχεσθαι πάντα τὰ ὤνεια διὰ τῶν ἐνταῦθα καὶ ἐπὶ χώρας | |
| ἀγορητῶν πραθησόμενα καθ’ ἑ[κ]άστην ἱερομηνίαν πρὸς τὸ ἀδιάλε<ι>πτα ὑπάρχιν | |
| 35 | πᾶσι τοῖς ἀνιοῦσ{ι}ι {²⁶ἀνιοῦσι}²⁶ προσκυνηταῖς, ἐπιμελομένου τοῦ τῆς πόλεως ἀγο- |
| ρητοῦ μηδὲ ἐπιχειροῦντος ἢ ὀχλοῦντος προφάσει παροχῆς καὶ τέλους | |
| καὶ ἐπηρείας τινὸς ἢ ἀπαιτήσαιως· ἀνδράποδα δὲ καὶ τετράποδα | |
| καὶ λοιπὰ ζῶα ὁμοίως πωλείσθω ἐν τῷ τόπῳ χωρὶς τέλους ἢ ἐπη- | |
| ρείας τινὸς ἢ ἀπαιτήσαιως. | |
| E.40 | οἱ κάτοχοι ἁγίου οὐρανίου Διὸς τῆς ὑπὸ τῶν Σε- |
| βαστῶν εἴς τε τὸν θεὸν εὐσεβείας καὶ τὸν τόπον ἐλευθε- | |
| ρε[ί]ας τὴν θείαν ἀντιγραφὴν ὑπὸ πάντων προσκυνουμένην | |
| προέταξαν. |