[ ] Syr., Apamene — I‘ǧāz — 546/7 AD
1 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθημένων μοι, ὅτι Κ(ύριο)ς ὑπερασ-
πιστής μου. Κ(ύρι)ε, ὁ θ(εό)ς μου, ἐπὶ σὲ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διοκόντων με, καὶ ῥῦσαί με.
σύ, Κ(ύρι)ε, φυλάξις ἡμᾶς καὶ διατηρήσις ἡμᾶς. φύλαξόν με, Κ(ύρι)ε, ὡς κόρην ὀφθαλμοῦ· ἐν σκεπῃ
τῶν πτερύγων σου σκεπάσις με. οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις· ἡμεῖς δὲ ἐν ὀνόματι Κ(υρίο)υ θ(εο)ῦ ἡ-
5 μῶν μεγαλυνθησόμεθα. ἀνδρίζεσθε κ(αὶ) κρατεούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κ(ύριο)ν.
6a    𐆠 εἰρήνης δόμος εἰμί, βαθυκτεάνων ναετήρων
7a    λαϊνέαισι πύλαισιν ἀπήμονα τέκνα φυλάσσων.
6b                ☩ ἰνδικτ(ιῶνος) ιʹ,
7b                τοῦ ηνωʹ ἔτους.
Search Help
Contact Us