[ ]
Syr., Laodik. — Laodicea — [174 BC]
1 | ἔτους ηλρʹ, μηνὸς Αὐδναίου λʹ, |
Ἀσκληπιάδου ἐπιστάτου καὶ ἀρχόντων | |
γνώμη· ἐπεὶ Ὧρος καὶ Ἀπολλόδωρος | |
καὶ Ἀντίοχος, οἱ ἱερεῖς τοῦ Σαράπιδος | |
5 | καὶ τῆς Ἴσιδος ἀπελογίζοντο ἄμφοδον |
ἐν ᾧ ἔστιν καὶ τὸ τέμενος τῶν | |
προγεγραμμένων θεῶν ὑπάρχειν | |
αὐτοῖς τε καὶ τοῖς Ἀπολλοδώρου υἱοῖς, | |
τοῖς ἀνεψίοις αὐτῶν παππώιοις, | |
10 | ἰδιόκτητον· ψηφίσματος δὲ εἰσενη- |
νεγμένου τοὺς αἰτουμένους παρὰ τῆς | |
πόλεως τόπον εἰς ἀνάθεσιν εἰκόνος | |
διδόναι τὸ ἐκτεταγμένον διάφορον, | |
καὶ αἰτουμένων τινῶν τόπους καὶ ἐν τῷ | |
15 | ἱερῷ, ὑφορώμενο<ι> μὴ ἐκ τοῦ τοιού- |
του τρόπου ἀνασκευάζηται τὰ τῆς | |
κτήσεως αὐτῶν, παρεκάλουν προ- | |
νοηθῆναι περὶ τούτων, καλῶς ἔχει | |
ὅπως μὴ διὰ τοῦ τοιούτου αἱ κτήσεις | |
15 | αὐτῶν ἃς προσηνένκαντο ἀνα- |
σκευάζωνται· δεδόχθαι τοῖς | |
πελιγᾶσιν· τοὺς βουλομένους ἱστάνειν | |
ἐν τῷ αὐτῷ τόπῳ διδόναι, μὴ τοῦ τό- | |
που, αὐτῆς δὲ τῆς εἰκόνος τὸ ψηφισθὲν | |
25 | πλῆθος. |