[ ]
Syr., Laodik. — Laodicea — [174 BC]
| 1 | ἔτους ηλρʹ, μηνὸς Αὐδναίου λʹ, |
| Ἀσκληπιάδου ἐπιστάτου καὶ ἀρχόντων | |
| γνώμη· ἐπεὶ Ὧρος καὶ Ἀπολλόδωρος | |
| καὶ Ἀντίοχος, οἱ ἱερεῖς τοῦ Σαράπιδος | |
| 5 | καὶ τῆς Ἴσιδος ἀπελογίζοντο ἄμφοδον |
| ἐν ᾧ ἔστιν καὶ τὸ τέμενος τῶν | |
| προγεγραμμένων θεῶν ὑπάρχειν | |
| αὐτοῖς τε καὶ τοῖς Ἀπολλοδώρου υἱοῖς, | |
| τοῖς ἀνεψίοις αὐτῶν παππώιοις, | |
| 10 | ἰδιόκτητον· ψηφίσματος δὲ εἰσενη- |
| νεγμένου τοὺς αἰτουμένους παρὰ τῆς | |
| πόλεως τόπον εἰς ἀνάθεσιν εἰκόνος | |
| διδόναι τὸ ἐκτεταγμένον διάφορον, | |
| καὶ αἰτουμένων τινῶν τόπους καὶ ἐν τῷ | |
| 15 | ἱερῷ, ὑφορώμενο<ι> μὴ ἐκ τοῦ τοιού- |
| του τρόπου ἀνασκευάζηται τὰ τῆς | |
| κτήσεως αὐτῶν, παρεκάλουν προ- | |
| νοηθῆναι περὶ τούτων, καλῶς ἔχει | |
| ὅπως μὴ διὰ τοῦ τοιούτου αἱ κτήσεις | |
| 15 | αὐτῶν ἃς προσηνένκαντο ἀνα- |
| σκευάζωνται· δεδόχθαι τοῖς | |
| πελιγᾶσιν· τοὺς βουλομένους ἱστάνειν | |
| ἐν τῷ αὐτῷ τόπῳ διδόναι, μὴ τοῦ τό- | |
| που, αὐτῆς δὲ τῆς εἰκόνος τὸ ψηφισθὲν | |
| 25 | πλῆθος. |