[ ]
Boiotia — Akraiphia — 228-226 BC — IG 7.4135/6+
A | — — — — — — — — — — — — — — — — — — — — — — — — — — |
1 | [— — — — — — — — — — — — — — πένθ’ ἡμέρα]ς πορευομέ- |
[νοις καὶ ἀπερχομένοις ἄλλας τοσαύ]τ̣ας καὶ <ἕ>ως ἂν ἡ πανήγυ- | |
[ρις γίνηται καὶ αὐτοῖς καὶ τοῖς] ἀκολούθοις καὶ ἃ ἂν ἔχωσι | |
[χρήματα πανταχοῦ]· ἐὰν δέ τις [παρὰ] ταῦτα ἄγηι τινὰ ἢ ῥυ- | |
5 | [σιάζηι, ὑπ]όδικος ἔστω ἐν Ἀμφικτύοσιν· εἶναι δὲ καὶ ἄσυ- |
λον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου τὸ ἐν Ἀκραιφίοις, ὡς ἂν | |
αἱ στῆλαι ὁρίζωσιν καθάπερ τὸ ἐν Δελφοῖς· τὴν δὲ λοιπὴν χώ- | |
ραν τὴν ἱερὰν τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου μὴ ἀδικεῖν μηδένα· | |
ἐὰν δέ τις ἀδικῆι, ὑπόδικος ἔστω ἐν Ἀμφικτύοσιν· τῆς δὲ | |
10 | ἐκεχειρίας καὶ τῆς ἀσφαλείας ἄρχειν τὴν πεντεκαιδεκά- |
την τοῦ Ἱπποδρομίου μηνὸς κατὰ θεόν, ὡς Βοιωτοὶ ἄγουσιν, | |
ὡς δὲ [Δ]ελφοὶ Ἀπελλαίου· κυρίους δ’ εἶναι οἰκονομοῦντας | |
τὰ κατὰ τὸ ἱερὸν τόν τε προφήτην καὶ τὸν ἱερέα τοῦ Ἀπόλλω- | |
νος τοῦ Πτωΐου καὶ τὴν πόλιν τῶν Ἀκραιφιέων καὶ τὸ κοινὸν | |
15 | τῶν Βοιωτῶν καθὼς καὶ ἔνπροσθεν καὶ τὸν ἀγωνοθέτην |
τὸν εἱρημένον ἐπὶ τὸν ἀγῶνα τῶν Πτωΐων· ἀναγράψαι δὲ τὸ ψή- | |
φισμα ἐν στήλαις Πτωϊοκλῆν Ποταμοδώρου καὶ ἀναθεῖναι | |
τὴμ μὲν ἐν Δελφοῖς ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, τὴν δ’ ἐν Ἀ- | |
κραιφίοις ἐν τῶι ἱερῶι τοῦ Πτωΐου, τὴν δὲ ἐμ Πυλαίαι· ἀναθεῖ- | |
20 | ναι δὲ καὶ τῶν ἄλλων ἱερῶν ὅπου ἂν δοκῆι ἐν καλλίστωι εἶν- |
αι· ἐὰν δέ τι γίνηται ἀδίκημα παρὰ τὸ δόγμα τῶν Ἀμφικτυ- | |
όνων, ἀποτεισάτω ὁ ἀδικῶν δισχιλίους στατῆρας καὶ ὃ | |
ἂν καταβλάψηι, τὰ δὲ καταδικασθέντα χρήματα ἱερὰ ἔσ- | |
τω τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου· ἀνενεγκεῖν δὲ τὸ δόγμα τοὺς | |
25 | ἱερομνήμονας ἐπὶ τὰς πόλεις καὶ τὰ ἔθνη τὰ ἴδια ὅπως εἰδῶ- |
σιν πάντες τὰ δεδογμένα τοῖς Ἀμφικτύοσιν. | |
B.1 | Καλλικλίδας Λοκρὸς ἐςς Ὀπόεντος καταβὰς ἐν Τρεφώ- |
νιον ἀνάνγειλε Λεπάδειαν τοῖ βασιλεῖι ἀνθέμεν | |
κή τοῖ Τρεφωνίοι, κὴ Ἀκρήφια τοῖ Ἀπόλλωνι τοῖ Πτωΐυ, κὴ μεὶ | |
ἀδικῖμεν μειδένα οὕτως· οὕτως [δ]ὲ ἀγιρέμεν ἀμφοτέ- | |
5 | ρως τὰ ἱαρὰ χρείματα κυνῆ ἐφ’ οὑγίη κατὰ πᾶσαν χώ- |
ραν, κὴ τὸν ἀγῶνα ἱαρὸν καταγγελλέμεν· ὅστις δέ κα τῶ | |
Διὸς τῶ Βασιλεῖος ἐπιμελειθείε τῶ ναῶ, τὸν στέφανον | |
ὔσετη. |