[ ]
Boiotia — Akraiphia — 228-226 BC — IG 7.4135/6+
| A | — — — — — — — — — — — — — — — — — — — — — — — — — — |
| 1 | [— — — — — — — — — — — — — — πένθ’ ἡμέρα]ς πορευομέ- |
| [νοις καὶ ἀπερχομένοις ἄλλας τοσαύ]τ̣ας καὶ <ἕ>ως ἂν ἡ πανήγυ- | |
| [ρις γίνηται καὶ αὐτοῖς καὶ τοῖς] ἀκολούθοις καὶ ἃ ἂν ἔχωσι | |
| [χρήματα πανταχοῦ]· ἐὰν δέ τις [παρὰ] ταῦτα ἄγηι τινὰ ἢ ῥυ- | |
| 5 | [σιάζηι, ὑπ]όδικος ἔστω ἐν Ἀμφικτύοσιν· εἶναι δὲ καὶ ἄσυ- |
| λον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου τὸ ἐν Ἀκραιφίοις, ὡς ἂν | |
| αἱ στῆλαι ὁρίζωσιν καθάπερ τὸ ἐν Δελφοῖς· τὴν δὲ λοιπὴν χώ- | |
| ραν τὴν ἱερὰν τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου μὴ ἀδικεῖν μηδένα· | |
| ἐὰν δέ τις ἀδικῆι, ὑπόδικος ἔστω ἐν Ἀμφικτύοσιν· τῆς δὲ | |
| 10 | ἐκεχειρίας καὶ τῆς ἀσφαλείας ἄρχειν τὴν πεντεκαιδεκά- |
| την τοῦ Ἱπποδρομίου μηνὸς κατὰ θεόν, ὡς Βοιωτοὶ ἄγουσιν, | |
| ὡς δὲ [Δ]ελφοὶ Ἀπελλαίου· κυρίους δ’ εἶναι οἰκονομοῦντας | |
| τὰ κατὰ τὸ ἱερὸν τόν τε προφήτην καὶ τὸν ἱερέα τοῦ Ἀπόλλω- | |
| νος τοῦ Πτωΐου καὶ τὴν πόλιν τῶν Ἀκραιφιέων καὶ τὸ κοινὸν | |
| 15 | τῶν Βοιωτῶν καθὼς καὶ ἔνπροσθεν καὶ τὸν ἀγωνοθέτην |
| τὸν εἱρημένον ἐπὶ τὸν ἀγῶνα τῶν Πτωΐων· ἀναγράψαι δὲ τὸ ψή- | |
| φισμα ἐν στήλαις Πτωϊοκλῆν Ποταμοδώρου καὶ ἀναθεῖναι | |
| τὴμ μὲν ἐν Δελφοῖς ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, τὴν δ’ ἐν Ἀ- | |
| κραιφίοις ἐν τῶι ἱερῶι τοῦ Πτωΐου, τὴν δὲ ἐμ Πυλαίαι· ἀναθεῖ- | |
| 20 | ναι δὲ καὶ τῶν ἄλλων ἱερῶν ὅπου ἂν δοκῆι ἐν καλλίστωι εἶν- |
| αι· ἐὰν δέ τι γίνηται ἀδίκημα παρὰ τὸ δόγμα τῶν Ἀμφικτυ- | |
| όνων, ἀποτεισάτω ὁ ἀδικῶν δισχιλίους στατῆρας καὶ ὃ | |
| ἂν καταβλάψηι, τὰ δὲ καταδικασθέντα χρήματα ἱερὰ ἔσ- | |
| τω τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου· ἀνενεγκεῖν δὲ τὸ δόγμα τοὺς | |
| 25 | ἱερομνήμονας ἐπὶ τὰς πόλεις καὶ τὰ ἔθνη τὰ ἴδια ὅπως εἰδῶ- |
| σιν πάντες τὰ δεδογμένα τοῖς Ἀμφικτύοσιν. | |
| B.1 | Καλλικλίδας Λοκρὸς ἐςς Ὀπόεντος καταβὰς ἐν Τρεφώ- |
| νιον ἀνάνγειλε Λεπάδειαν τοῖ βασιλεῖι ἀνθέμεν | |
| κή τοῖ Τρεφωνίοι, κὴ Ἀκρήφια τοῖ Ἀπόλλωνι τοῖ Πτωΐυ, κὴ μεὶ | |
| ἀδικῖμεν μειδένα οὕτως· οὕτως [δ]ὲ ἀγιρέμεν ἀμφοτέ- | |
| 5 | ρως τὰ ἱαρὰ χρείματα κυνῆ ἐφ’ οὑγίη κατὰ πᾶσαν χώ- |
| ραν, κὴ τὸν ἀγῶνα ἱαρὸν καταγγελλέμεν· ὅστις δέ κα τῶ | |
| Διὸς τῶ Βασιλεῖος ἐπιμελειθείε τῶ ναῶ, τὸν στέφανον | |
| ὔσετη. |