[ ] Phokis — Delphi — 224-220 BC — SGDI 2672
1 [ἄρχοντ]ος Ἀρχελάου, βουλευόντων Ἀ[․․․․․․c.16․․․․․․]
[․5-6․․], Ἀρχιάδα, Καλλιγένεος, Εὐαγγέλου ἔδο[ξε τᾶι πόλει τῶν]
[Δελφ]ῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις τ[αῖς ἐννόμοις· ἐ]-
[πεὶ Ἀ]ρίσταρχος Αἰτωλίωνος Κυφαιρεὺς ἔν [τε τοῖς πρό]-
5 [τερον] χρόνοις εὔνους ὢν διετέλει τᾶι πόλει κα[ὶ καταστα]-
[θεὶ]ς υπο τῶν Αἰτωλῶν ἐπιμελητὰς τοῦ τε ἱερ[οῦ καὶ τᾶς πό]-
λ[ι]ος ὁσίως καὶ ἐνδόξως τό τε ἱ<ε>ρὸν καὶ τὰμ πόλιν [διέκειτο]
καὶ τοῖς πολίταις συνανεστράφη καλῶς καὶ εὐγν[ωμόνως καὶ]
τάν τε ὑπάρχουσαν ὁμόνοιαν ποτί τε αὐτοσαυτοὺς [Δελφοὺς]
10 [κ]αὶ ποτὶ τοὺς Αἰτωλοὺς ἐπὶ πλεῖον συναύξησε, δεδόχθ[αι· ἐπαι]-
νέσαι Ἀρίσταρχον Αἰτωλίωνος Κυφαιρῆ εὐσεβείας ἕνεκεν [καὶ]
[ε]ὐεργεσίας τᾶς ἐν τὸ ἱερὸν καὶ τὰμ πόλιν καὶ εἶμεν αὐτὸν π[ρό]-
ξενον τᾶς πόλιος καὶ ἐκγόνους, ὑπάρχειν δὲ αὐτῶι καὶ ἐκγό-
[ν]οις προμαντείαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι
15 [τοῖ]ς ἀγώνοις, οὓς ἁ πόλις τ[ί]θητι, καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλ-
[λοι]ς προξένοις καὶ εὐεργέταις τοῦ ἱεροῦ καὶ τᾶς πόλιος.
[δεδό]σθαι δὲ αὐτῶι <καὶ> ἐκγ[ό]νοις καὶ ἐπινομίαν ἐν τᾶι Δελ-
[φῶν <πόλει> τ]ὸν ἅπαντα χ[ρό]νον.
Search Help
Contact Us