[ ]
Phokis — Delphi — 270-260 BC — SGDI 2615
1 | θεοί. |
ἐπὶ Ἀχαιμένευς ἄρχοντος, βουλευόντων Ἰασιμάχου, Πραξία, Ἐμ<μ>ενίδα, | |
Ἐχεκρατίδα, Ἵππωνος, ἔδοξε τᾶι πόλει ἐν ἀγορᾶι τελείωι σὺμ ψάφωι | |
τᾶι ἐννόμωι· Φιλιστίωνι καὶ ἐκγόνοις ἀτέλειαν εἶμεν χοραγίας | |
5 | καὶ τοῦ ἰατρικοῦ, ἀπολελύσθαι δὲ τὰν πόλιν ἀπὸ τῶν ῥυσίων πάντων, |
ὧν ἐπεκάλει Φιλ[ιστί]ων ὑπὲρ τὰν πόλιν ἀποτετεῖκεν, ὑφ’ ὧν ἔφατο | |
ἐρρυσιάσται ὑπὲρ τὰν πόλιν. |