[ ]
Phokis — Delphi — 270-260 BC — SGDI 2615
| 1 | θεοί. |
| ἐπὶ Ἀχαιμένευς ἄρχοντος, βουλευόντων Ἰασιμάχου, Πραξία, Ἐμ<μ>ενίδα, | |
| Ἐχεκρατίδα, Ἵππωνος, ἔδοξε τᾶι πόλει ἐν ἀγορᾶι τελείωι σὺμ ψάφωι | |
| τᾶι ἐννόμωι· Φιλιστίωνι καὶ ἐκγόνοις ἀτέλειαν εἶμεν χοραγίας | |
| 5 | καὶ τοῦ ἰατρικοῦ, ἀπολελύσθαι δὲ τὰν πόλιν ἀπὸ τῶν ῥυσίων πάντων, |
| ὧν ἐπεκάλει Φιλ[ιστί]ων ὑπὲρ τὰν πόλιν ἀποτετεῖκεν, ὑφ’ ὧν ἔφατο | |
| ἐρρυσιάσται ὑπὲρ τὰν πόλιν. |