[ ] Att. — Athens — ca. 275/274 BC — IG II² 680
1 [ἐ]πὶ Πολυεύκτου ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος ἐνάτης πρ-
[υ]τανείας, ἧι Χαιρεφῶν Ἀρχεστράτου Κεφαλῆθεν ἐγρα-
[μ]μάτευεν, Ἐλαφηβολιῶνος ἐνάτει μετ’ εἰκάδας τριακο-
[στ]εῖ τῆς πρυτανείας· ἔδοξεν τῶι δήμωι· Κύβερνις Κ-
5 [υδ]ίου Ἁλιμούσιος εἶπεν· ἐπειδὴ τὸ κοινὸν τὸ τῶν Αἰτ-
[ωλ]ῶν ἀποδεικνύμενον τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν
[ἐψ]φισται τὸν ἀγῶνα τὸν τῶν Σωτηρίων τιθέναι τῶι Δι-
[ὶ τ]ῶι Σωτῆρι καὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι ὑπόμνημα τῆ-
[ς μ]άχης τῆς γενομένης πρὸς τοὺς βαρβάρους τοὺς ἐπισ-
10 [τ]ρατεύσαντας ἐπί τε τοὺς Ἕλληνας καὶ τὸ τοῦ Ἀπόλλωνος ἱε-
ρὸν τὸ κοινὸν τῶν Ἑλλήνων, ἐφ’ οὓς καὶ ὁ δῆμος ἐξέπεμπε-
[ν] τούς τε ἐπιλέκτους καὶ τοὺς ἱππεῖς συναγωνιουμέν-
[ους] ὑπὲρ τῆς κοινῆς σωτηρίας, καὶ περὶ τούτων τὸ κοι-
[νὸν τ]ῶν Αἰτωλῶν καὶ ὁ στρατηγὸς Χαρίξενος ἀπεστάλκ-
15 [ασι πρὸς τ]ὸν δ[ῆμο]ν πρεσβείαν τὴν διαλεξομένην ὅπως
[ἂν ἀποδέχηται ὁ δῆμος τ][ν ἀ]γ[ῶ]ν[α, τὸμ μ]ὲν μουσικὸν ἰσο-
[πύθιον, τὸν δὲ γυμνικὸν καὶ ἱππικὸν ἰσονέμ]εον ταῖ[ς]
[τε ἡλικίαις καὶ ταῖς τιμαῖς — — —]
Search Help
Contact Us