[ ]
Att. — Athens — ca. 275/274 BC — IG II² 680
| 1 | [ἐ]πὶ Πολυεύκτου ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος ἐνάτης πρ- |
| [υ]τανείας, ἧι Χαιρεφῶν Ἀρχεστράτου Κεφαλῆθεν ἐγρα- | |
| [μ]μάτευεν, Ἐλαφηβολιῶνος ἐνάτει μετ’ εἰκάδας τριακο- | |
| [στ]εῖ τῆς πρυτανείας· ἔδοξεν τῶι δήμωι· Κύβερνις Κ- | |
| 5 | [υδ]ίου Ἁλιμούσιος εἶπεν· ἐπειδὴ τὸ κοινὸν τὸ τῶν Αἰτ- |
| [ωλ]ῶν ἀποδεικνύμενον τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν | |
| [ἐψ]ήφισται τὸν ἀγῶνα τὸν τῶν Σωτηρίων τιθέναι τῶι Δι- | |
| [ὶ τ]ῶι Σωτῆρι καὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι ὑπόμνημα τῆ- | |
| [ς μ]άχης τῆς γενομένης πρὸς τοὺς βαρβάρους τοὺς ἐπισ- | |
| 10 | [τ]ρατεύσαντας ἐπί τε τοὺς Ἕλληνας καὶ τὸ τοῦ Ἀπόλλωνος ἱε- |
| ρὸν τὸ κοινὸν τῶν Ἑλλήνων, ἐφ’ οὓς καὶ ὁ δῆμος ἐξέπεμπε- | |
| [ν] τούς τε ἐπιλέκτους καὶ τοὺς ἱππεῖς συναγωνιουμέν- | |
| [ους] ὑπὲρ τῆς κοινῆς σωτηρίας, καὶ περὶ τούτων τὸ κοι- | |
| [νὸν τ]ῶν Αἰτωλῶν καὶ ὁ στρατηγὸς Χαρίξενος ἀπεστάλκ- | |
| 15 | [ασι πρὸς τ]ὸν δ[ῆμο]ν πρεσβείαν τὴν διαλεξομένην ὅπως |
| [ἂν ἀποδέχηται ὁ δῆμος τ]ὸ[ν ἀ]γ[ῶ]ν[α, τὸμ μ]ὲν μουσικὸν ἰσο- | |
| [πύθιον, τὸν δὲ γυμνικὸν καὶ ἱππικὸν ἰσονέμ]εον ταῖ[ς] | |
| [τε ἡλικίαις καὶ ταῖς τιμαῖς — — —] |