[ ]
Att. — Athens — ca. 275/274 BC — IG II² 680
1 | [ἐ]πὶ Πολυεύκτου ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος ἐνάτης πρ- |
[υ]τανείας, ἧι Χαιρεφῶν Ἀρχεστράτου Κεφαλῆθεν ἐγρα- | |
[μ]μάτευεν, Ἐλαφηβολιῶνος ἐνάτει μετ’ εἰκάδας τριακο- | |
[στ]εῖ τῆς πρυτανείας· ἔδοξεν τῶι δήμωι· Κύβερνις Κ- | |
5 | [υδ]ίου Ἁλιμούσιος εἶπεν· ἐπειδὴ τὸ κοινὸν τὸ τῶν Αἰτ- |
[ωλ]ῶν ἀποδεικνύμενον τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν | |
[ἐψ]ήφισται τὸν ἀγῶνα τὸν τῶν Σωτηρίων τιθέναι τῶι Δι- | |
[ὶ τ]ῶι Σωτῆρι καὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι ὑπόμνημα τῆ- | |
[ς μ]άχης τῆς γενομένης πρὸς τοὺς βαρβάρους τοὺς ἐπισ- | |
10 | [τ]ρατεύσαντας ἐπί τε τοὺς Ἕλληνας καὶ τὸ τοῦ Ἀπόλλωνος ἱε- |
ρὸν τὸ κοινὸν τῶν Ἑλλήνων, ἐφ’ οὓς καὶ ὁ δῆμος ἐξέπεμπε- | |
[ν] τούς τε ἐπιλέκτους καὶ τοὺς ἱππεῖς συναγωνιουμέν- | |
[ους] ὑπὲρ τῆς κοινῆς σωτηρίας, καὶ περὶ τούτων τὸ κοι- | |
[νὸν τ]ῶν Αἰτωλῶν καὶ ὁ στρατηγὸς Χαρίξενος ἀπεστάλκ- | |
15 | [ασι πρὸς τ]ὸν δ[ῆμο]ν πρεσβείαν τὴν διαλεξομένην ὅπως |
[ἂν ἀποδέχηται ὁ δῆμος τ]ὸ[ν ἀ]γ[ῶ]ν[α, τὸμ μ]ὲν μουσικὸν ἰσο- | |
[πύθιον, τὸν δὲ γυμνικὸν καὶ ἱππικὸν ἰσονέμ]εον ταῖ[ς] | |
[τε ἡλικίαις καὶ ταῖς τιμαῖς — — —] |