[ ]
Phokis — Delphi — 100-50 BC
1 | ἐπειδὴ Γλαυκίας Εὐάγρου Χαλκιδεὺς ἀνὴρ καλὸς κάγαθὸς εὐσεβῶς μὲν διακείμενος |
τυνχάνει ποτὶ τὸν Ἀπόλ<λ>ω τὸν Πύθιον, εὐνοϊκῶς δὲ καὶ ποτὶ τὰν πόλιν, εὔ- | |
χρηστον αὐτοσαυτὸν παρασκευάζων καὶ κατὰ κοινὸν καὶ κατ’ ἰδίαν | |
τοῖς ἐντυνχανόντοις αὐτῶ τῶν πολιτᾶν, ἐπιδοὺς αὐτοσαυ- | |
5 | τὸν ἐπὶ τὰ παρακαλείμενα ἀπροφασίστως, φανερὰν ἐνδεικνύμε- |
νος {ι} ἰδίαν ἐκτένειαν, σπουδᾶς καὶ φιλοτιμίας οὐδὲν ἐνλείπων, | |
ὅπως οὖν καὶ ἁ πόλις φαίνηται τιμέουσα τοὺς ἀξίους τ[ῶ]ν ἀνδρῶ[ν]· | |
ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τ[ῶν] Δελφῶν ἐπαινέσαι Γλαυκί- | |
αν Εὐάγρου Χαλκιδῆ ἐπὶ τοῖς πρ[ογε]γραμμένοις πάντοις καὶ ὑ- | |
10 | πάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τ[ᾶς πό]λιος προξενίαν, προμαντεί- |
αν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, [προ]εδρίαν ἐν πάντο[ις] τοῖς ἀγώ- | |
νοις οἷς ἁ πόλις τίθητι καὶ τἆλλα τίμια [πάν]τα, ὅσα καὶ το[ῖ]ς ἄλλοις προ- | |
ξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑ[π]ά[ρχ]ει, ἀρετᾶς ἕνεκεν καὶ εὐνο[ί]- | |
ας ἇς ἔ[χ]ων διατελεῖ ποτί τε τὸν θεὸν καὶ τὰν πόλι[ν]· ἄρχοντος | |
15 | Φιλαιτώλου μηνὸς Ποιτροπίου, βουλευόντων Πύῤῥου, Καλλιστρά- |
του, Ἡράκωνος, Πεισιστράτου. |