[ ]
Phokis — Delphi — 100-50 BC
| 1 | ἐπειδὴ Γλαυκίας Εὐάγρου Χαλκιδεὺς ἀνὴρ καλὸς κάγαθὸς εὐσεβῶς μὲν διακείμενος |
| τυνχάνει ποτὶ τὸν Ἀπόλ<λ>ω τὸν Πύθιον, εὐνοϊκῶς δὲ καὶ ποτὶ τὰν πόλιν, εὔ- | |
| χρηστον αὐτοσαυτὸν παρασκευάζων καὶ κατὰ κοινὸν καὶ κατ’ ἰδίαν | |
| τοῖς ἐντυνχανόντοις αὐτῶ τῶν πολιτᾶν, ἐπιδοὺς αὐτοσαυ- | |
| 5 | τὸν ἐπὶ τὰ παρακαλείμενα ἀπροφασίστως, φανερὰν ἐνδεικνύμε- |
| νος {ι} ἰδίαν ἐκτένειαν, σπουδᾶς καὶ φιλοτιμίας οὐδὲν ἐνλείπων, | |
| ὅπως οὖν καὶ ἁ πόλις φαίνηται τιμέουσα τοὺς ἀξίους τ[ῶ]ν ἀνδρῶ[ν]· | |
| ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τ[ῶν] Δελφῶν ἐπαινέσαι Γλαυκί- | |
| αν Εὐάγρου Χαλκιδῆ ἐπὶ τοῖς πρ[ογε]γραμμένοις πάντοις καὶ ὑ- | |
| 10 | πάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τ[ᾶς πό]λιος προξενίαν, προμαντεί- |
| αν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, [προ]εδρίαν ἐν πάντο[ις] τοῖς ἀγώ- | |
| νοις οἷς ἁ πόλις τίθητι καὶ τἆλλα τίμια [πάν]τα, ὅσα καὶ το[ῖ]ς ἄλλοις προ- | |
| ξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑ[π]ά[ρχ]ει, ἀρετᾶς ἕνεκεν καὶ εὐνο[ί]- | |
| ας ἇς ἔ[χ]ων διατελεῖ ποτί τε τὸν θεὸν καὶ τὰν πόλι[ν]· ἄρχοντος | |
| 15 | Φιλαιτώλου μηνὸς Ποιτροπίου, βουλευόντων Πύῤῥου, Καλλιστρά- |
| του, Ἡράκωνος, Πεισιστράτου. |